De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
περὶ χρείας μορίων πραγματείας ἐστίν. ὥστ’ οὐ χρὴ νῦν
περὶ τούτων ἔτι λέγειν, ἀλλ’ ὑπομνήσαντας, ὡς δύο ἐστὶν
ὁλκῆς εἴδη, τῶν μὲν εὐρείαις ὁδοῖς ἐν τῷ διαστέλλεσθαι
τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ ποιουμένων τὴν ἕλξιν,
τῶν δ’ οἰκειότητι ποιότητος, ἐφεξῆς λέγειν, ὡς τὰ μὲν
πρότερα καὶ πόῤῥωθεν ἕλκειν τι δύναται, τὰ δὲ δεύτερα
ἐκ τῶν ἐγγυτάτω μόνον. αὐλίσκον μὲν γὰρ ὅτι μήκιστον
εἰς ὕδωρ ἔνεστι καθέντι ῥᾳδίως ἀνασπᾷν εἰς τὸ στόμα δι’
αὐτοῦ τὸ ὑγρόν· οὐ μὴν εἴ γ’ ἐπὶ πλέον ἀπαγάγοις τῆς
ἡρακλείας λίθου τὸν σίδηρον, ἢ τοὺς πυροὺς τοῦ κεραμίου,
καὶ γὰρ καὶ τοιοῦτόν τι πρόσθεν ἐλέγετο παράδειγμα, δύναιτ’
ἂν ἔτι γενέσθαι τις ὁλκή. σαφέστατα δ’ ἂν αὐτὸ
μάθοις ἐπὶ τῶν ἐν τοῖς κήποις ὀχετῶν. ἐκ τούτων γὰρ εἰς
μὲν τὰ παρακείμενα καὶ πλησίον ἅπαντα διαδίδοταί τις
ἰκμὰς, εἰς δὲ τὰ ποῤῥωτέρω προσελθεῖν οὐκέτι δύναται·
καὶ διὰ τοῦτο ἀναγκάζονται πολλοῖς ὀχετοῖς μικροῖς ἀπὸ τοῦ
μεγάλου τετμημένοις εἰς ἕκαστον μέρος τοῦ κήπου τὴν
ἐπίῤῥυσιν τοῦ ὕδατος ἐπιτεχνᾶσθαι· καὶ τηλικαῦτά γε τὰ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]