De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ὑγρὸν εἰς αὐτὰς, οὕτω καὶ ἐκθλιβόντων ἐξεκρίνετο. ταῦτα
καὶ τὰ τοιαῦτα εἰπὼν, ἐξαίφνης ἀπταίστῳ καὶ σαφεῖ στόματι
τελευτῶν, ἀναπηδήσας ἀπῄει καταλιπὼν ἡμᾶς, ὡς
μηδὲ πιθανῆς τινος ἀντιλογίας εὐπορῆσαι δυναμένους. οὕτως
οὐ μόνον οὐδὲν ὑγιὲς ἴσασιν οἱ ταῖς τοιαύταις αἱρέσεσι δουλεύοντες,
ἀλλ’ οὐδὲ μαθεῖν ὑπομένουσι. δέον γὰρ ἀκοῦσαι
τὴν αἰτίαν, δι’ ἣν εἰσιέναι μὲν δύναται διὰ τῶν οὐρητήρων
εἰς τὴν κύστιν τὸ ὑγρὸν, ἐξιέναι δ’ αὖθις ὀπίσω τὴν αὐτὴν
ὁδὸν οὐχ οἶόν τ’ αὐτῷ, καὶ θαυμάσαι τὴν τέχνην τῆς
φύσεως, οἱ δ’ οὔτε μαθεῖν ἐθέλουσι, καὶ λοιδοροῦσι προσέτι,
μάτην ὑπ’ αὐτῆς ἄλλα τε πολλὰ καὶ τοὺς νεφροὺς
γεγονέναι φάσκοντες. εἰσὶ δὲ καὶ οἳ, δειχθῆναι παρόντων
αὐτῶν τοὺς ἀπὸ τῶν νεφρῶν εἰς τὴν κύστιν ἐμφυομένους
οὐρητῆρας ὑπομείναντες, ἐτόλμησαν εἰπεῖν, οἱ μὲν, ὅτι
μάτην καὶ οὗτοι γεγόνασιν, οἱ δ’, ὅτι σπερματικοί τινές
εἰσι πόροι, καὶ διὰ τοῦτο κατὰ τὸν τράχηλον αὐτῆς, οὐκ
εἰς τὸ κῦτος ἐμφύονται. δείξαντες οὖν ἡμεῖς αὐτοῖς τοὺς
ἀληθῶς σπερματικοὺς πόρους κατωτέρω τῶν οὐρητήρων
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]