De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
φανέντι, πρὶν οὐρῆσαι τὸ ζῶον, βρόχον αὐτοῦ περιβαλεῖν
χρὴ τῷ αἰδοίῳ, κᾄπειτα θλίβειν πανταχόθεν τὴν κύστιν·
οὐ γὰρ ἂν οὐδὲν ἔτι διὰ τῶν οὐρητήρων ἐπανέλθοι ποτὲ
πρὸς τοὺς νεφρούς. κᾀν τούτῳ δῆλον γίνεται τὸ μὴ μόνον
ἐπὶ τεθνεῶτος, ἀλλὰ καὶ περιόντος ἔτι τοῦ ζώου, κωλύεσθαι
μεταλαμβάνειν αὖθις ἐκ τῆς κύστεως τοὺς οὐρητῆρας
τὸ οὖρον. ἐπὶ τούτοις ὀφθεῖσιν ἐπιτρέπειν οὐρεῖν
ἤδη τὸ ζῶον, λύοντας αὐτοῦ τὸν ἐπὶ τῷ αἰδοίῳ βρόχον,
εἶτ’ αὖθις ἐπιβαλεῖν μὲν θατέρῳ τῶν οὐρητήρων, ἐᾶσαι
δὲ τὸν ἕτερον εἰς τὴν κύστιν συῤῥεῖν, καί τινα διαλιπόντας
χρόνον ἐπιδεικνύειν ἤδη, πῶς ὁ μὲν ἕτερος αὐτῶν ὁ δεδεμένος
μεστὸς καὶ διατεταμένος κατὰ τὰ πρὸς τῶν νεφρῶν
μέρη φαίνεται, ὁ δ’ ἕτερος ὁ λελυμένος αὐτὸς μὲν χαλαρός
ἐστι, πεπλήρωκε δ’ οὔρου τὴν κύστιν. εἶτ’ αὖθις διατεμεῖν,
πρῶτον μὲν τὸν πλήρη, καὶ δεῖξαι, πῶς ἐξακοντίζεται
τὸ οὖρον ἐξ αὐτοῦ, καθάπερ ἐν ταῖς φλεβοτομίαις τὸ
αἷμα, μετὰ ταῦτα δὲ καὶ τὸν ἕτερον αὖθις διατεμεῖν, κᾄπειτ’
ἐπιδῆσαι τὸ ζῶον ἔξωθεν, ἀμφοτέρων διῃρημένων,
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]