De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
τὰ ζῶα, καὶ κρίνειν τὰ νοσήματα ταύταις ἡγεῖτο ταῖς
δυνάμεσι. καὶ διὰ τοῦτο ἐν τοῖς σώμασιν ἡμῶν σύμπνοιάν
τε μίαν εἶναί φησι καὶ σύῤῥοιαν, καὶ πάντα συμπαθέα.
κατὰ δὲ τὸν Ἀσκληπιάδην οὐδὲν οὐδενὶ συμπαθές ἐστι,
φύσει διῃρημένης τε καὶ κατατεθραυσμένης εἰς ἄναρμα στοιχεῖα
καὶ ληρώδεις ὄγκους ἁπάσης τῆς οὐσίας. ἐξ ἀνάγκης
οὖν ἄλλα τε μυρία τοῖς ἐναργῶς φαινομένοις ἐναντίως ἀπεφῄνατο,
καὶ τῆς φύσεως ἠγνόησε τήν τε τῶν οἰκείων ἐπισπαστικὴν
δύναμιν, καὶ τὴν τῶν ἀλλοτρίων ἀποκριτικήν.
ἐπὶ μὲν οὖν τῆς ἐξαιματώσεώς τε καὶ ἀναδόσεως ἐξεῦρέ
τινα ψυχρὰν ἀδολεσχίαν. εἰς δὲ τὴν τῶν περιττωμάτων
κάθαρσιν οὐδὲν ὅλως εὑρὼν εἰπεῖν, οὐκ ὤκνησεν
ὁμόσε χωρῆσαι τοῖς φαινομένοις· ἐπὶ μὲν τῆς τῶν οὔρων
διακρίσεως, ἀποστερήσας μὲν τῶν τε νεφρῶν καὶ τῶν οὐρητήρων
τὴν ἐνέργειαν, ἀδήλους δέ τινας πόρους εἰς τὴν κύστιν
ὑποθέμενος· τοῦτο γὰρ ἦν δηλαδὴ μέγα καὶ σεμνὸν,
ἀπιστήσαντα τοῖς φαινομένοις, πιστεῦσαι τοῖς ἀδήλοις. ἐπὶ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]