De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ῥητορικῶς· τὸ δὲ ἄνευ λόγου πιθανοῦ βωμολοχικὸν, οὐ
ῥητορικόν. οὐκ οὖν οὔτε ῥητορικῶς, οὔτε διαλεκτικῶς ἀντεῖπεν
ὁ Ἐρασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ.
τί γάρ φησιν; ὁλκὴ μὲν οὖν τῆς κοιλίης οὐδεμία φαίνεται
εἶναι. πάλιν οὖν αὐτῷ παρ’ ἡμῶν ἀντιμαρτυρῶν ὁ αὐτὸς
λόγος ἀντιπαραβαλλέσθω. περιστολὴ μὲν οὖν τοῦ στομάχου
οὐδεμία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως
εἴποι τις τῶν ἀπ’ αὐτοῦ. τὸ γὰρ λέγειν, τῶν ἄνωθεν
αὐτοῦ μερῶν συστελλομένων, διαστέλλεσθαι τὰ κάτω, πῶς
οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡμεῖς, καὶ
πῶς οὐ φαίνεται, φήσομεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ
ἀεὶ, τῶν κάτωθεν μερῶν τοῦ στομάχου διαστελλομένων, συστέλλεσθαι
τὰ ἄνω, πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν;
εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη, τὸ φαινόμενον τοῦτο
μηδὲν μᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν,
ἀλλ’ ἀμφοτέρων εἶναι κοινὸν, οὕτως ἂν ἤδη δείξαιμεν αὐτῷ
τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ μὲν
τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]