De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
τὸ κενούμενον ἀκολουθίᾳ. περὶ δὲ τῶν οὔρων τε καὶ διακρίσεως,
ὅτι μὲν διὰ νεφρῶν γίνεται, γράφει, τὸ δ’ ὅπως
οὐκέτι προστίθησιν. οὔτε γὰρ, οἶμαι, τὴν πρὸς τὸ κενούμενον
ἀκολουθίαν ἦν εἰπεῖν· οὕτω γὰρ ἂν οὐδεὶς ὑπὸ
ἰσχουρίας ἀπέθανεν οὐδέποτε, μὴ δυναμένου πλέονος ἐπιῤῥυῆναί
ποτε παρὰ τὸ κενούμενον· ἄλλης γὰρ αἰτίας μηδεμιᾶς
προστεθείσης, ἀλλὰ μόνης τῆς πρὸς τὸ κενούμενον
ἀκολουθίας ποδηγούσης τὸ συνεχὲς, οὐκ ἐγχωρεῖ πλέον ἐπιῤῥυῆναί
ποτε τοῦ κενουμένου. ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι
πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν
ἔκθλιψιν τῆς γαστρός. ἀλλ’ αὕτη γ’ ἐπὶ τοῦ κατὰ τὴν
κοιλίαν αἵματος ἀπολώλει τελέως, οὐ τῷ μήκει μόνον τῆς
ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειμένην
ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ’ ἑκάστην διαστολὴν
οὐκ ὀλίγον αἷμα. μόνη δή τις ἔτι καὶ πάντων ἔρημος ἀπολείπεται
τῶν σοφισμάτων ἐν τοῖς κάτω τῆς κοίλης ἡ πρὸς
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]