De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
αὐτὸ δ’ ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων, τῶν τ’ ἐπὶ
τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα,
συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα
ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων
μεταλαμβάνεσθαι, καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι,
τὰ δ’ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι. τὸ γὰρ εἰς τὸ
αὐτὸ ἀνεστομωμένον, ὃ κατ’ ἀρχὰς τῆς λέξεως γέγραπται,
τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς
ταὐτὸν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν
δύο ἕτερα πέρατα, τό τ’ ἐν τοῖς κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου
πόρου, ἢ, εἰ μὴ οὕτως, χώραν τινὰ κοινὴν ἐπινοῆσαι
χρὴ τῶν τριῶν ἀγγείων ἄλλην, οἶον δεξαμενήν τινα,
πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβὸς, ἐκκενουμένην δὲ
εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας.
καθ’ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλὰ, περὶ
ὧν εἰ πάντα λέγοιμι, λάθοιμ’ ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου
γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων.
κοινὸν δ’ ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον, τὸ μὴ
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]