De Facultatibus Naturalibus (On the Natural Faculties)
Kühn 1821
ἅπας ὅσον οἶόν τ’ ἐγγυτάτω τοῦ στόματος, ἀπωθούμενος
ἔξω τὸ ἔμβρυον· ἅμα δ’ αὐτῷ καὶ τὰ συνεχῆ μέρη, τὰ
οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου, συνεπιλαμβανόμενα παντὸς
τοῦ ἔργου, θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον.
καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας
ἐκπεσεῖν ἠνάγκασαν, ἀμέτρως χρησαμέναις τῇ τοιαύτη δυνάμει,
παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις
τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε
καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοῖς συγκαταπέσωμεν.
οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον
ἐνίοτε, καὶ μάλισθ’ ὅταν οἱ πρὸς τὴν ῥάχιν αὐτῶν σύνδεσμοι
χαλαροὶ φύσει τυγχάνωσιν ὄντες. ἔστι δὲ καὶ τοῦτο θαυμαστόν
τι τῆς φύσεως σόφισμα, τὸ, ζῶντος τοῦ κυήματος,
ἀκριβῶς πάνυ τὸ στόμα μεμυκέναι τῶν μητρῶν, ἀποθανόντος
δὲ, παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν
ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας
οὐκ εὐθὺς ἀνιστῶσιν, οὐδ’ ἐπὶ τῶν δίφρων καθίζουσιν,
ἀλλ’ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος
Work
Title: De Facultatibus Naturalibus
English: On the Natural Faculties
Original: Περὶ δυνάμεων φυσικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 1-214
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_026.xml [419 Kb]