
De Ossibus ad Tirones (On Bones for Beginners)
Kühn 1821
εἴσεται· ὥστε οὐδὲ γνωρίζειν τὰς νόσους, οὐδ’ ἰᾶσθαι ὀρθῶς
δυνήσεται. ἔστι μὲν δὴ τὰ ὀστᾶ σκληρότατά τε καὶ
ξηρότατα τοῦ ζώου μόρια, καὶ, ὡς ἂν εἴποι τις, γεωδέστατα.
ὑποβέβληται δὲ καὶ οἷον ὑπερήρεισται τῇ λοιπῇ τοῦ σώματος
οὐσίᾳ, καθάπερ τινὰ θεμέλια· πάντα γὰρ ἐπὶ τοῖς
ὀστοῖς πέφυκέ τε καὶ ἐστήρικται. εἰσὶ δὲ ἐν αὐτοῖς τὰ μὲν
μεγάλα, κοιλίας μεγάλας ἔχοντα, μυελοῦ πλήρη· τὰ δὲ
σμικρά τε καὶ στερεά ἐστι, καὶ ἀμύελα, καὶ οὐδεμίαν αἰσθητὴν
ἔχει κοιλότητα. τῶν δὲ μεγάλων τοῖς πλείστοις
ἐπιφύσεις εἰσὶ κατὰ τὸ πέρας ἑτέρων ὀστῶν, οἷον βραχίονι
μὲν ἄνω, πήχει δὲ κάτω, κερκίδι δὲ καὶ μηρῷ, καὶ κνήμῃ,
καὶ περόνῃ κατ’ ἄμφω. γένυς δὲ ἡ κάτω μυελὸν μὲν ἔχει,
ἐπίφυσιν δὲ οὐκ ἔχει, ἀλλὰ τῶν περάτων αὐτῆς τὸ μὲν
κάτω κατὰ σύμφυσιν ἥνωται, τὸ δὲ ἄνω δύο ἀποφύσεις
ἔχει, τὴν μὲν κορώνην, τὴν δὲ αὐχένα μόνον. διαφέρει γὰρ
ἀπόφυσις ἐπιφύσεως, ὅτι ἡ μὲν ἐπίφυσις ἑτέρου πρὸς ἕτερόν
ἐστιν ἕνωσις, ἡ δὲ ἀπόφυσίς ἐστι τοῦ σύμπαντος ὀστοῦ
Work
Title: De Ossibus ad Tirones
English: On Bones for Beginners
Original: Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 732-778
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_027.xml [90 Kb]