De Ossibus ad Tirones (On Bones for Beginners)
Kühn 1821
καὶ ἡ λαμβδοειδὴς ῥαφὴ συναπόλλυται· τῆς δ’ ἔμπροσθεν,
ἡ στεφανιαία. καὶ γίγνεται καθ’ ἑκάτερον αὐτῶν τὸ τῶν
σωζομένων ῥαφῶν σχῆμα τῷ Τ γράμματι παραπλήσιον.
ἀμφοτέρων δ’ ἀπολλυμένων τῶν ἐξοχῶν, αἱ σωζόμεναι δύο
ῥαφαὶ πρὸς ὀρθὰς γωνίας ἀλλήλας τέμνουσιν εἰς ὁμοιότητα
τῷ Χ γράμματι. τέτακται δὲ ἡ μὲν ἐγκαρσία κατὰ
μέσην μάλιστα τὴν κεφαλὴν, ἡ δ’ ἑτέρα κατὰ τὸ μῆκος,
ὄπισθεν πρόσω φερομένη, καθάπερ ἐπὶ τῶν ἄλλων
ἁπάντων κρανίων. ἀεὶ μὲν γὰρ αὐτὴ διαφυλάττεται· μεταπίπτουσι
δὲ αἱ λοιπαὶ, τῷ τῆς ὅλης κεφαλῆς σχήματι
συναλλοιούμεναι. καὶ μὲν δὴ καὶ δύο ἕτεραι τῇδε παράλληλοι
γραμμαὶ κατὰ τὸ μῆκός εἰσι τῆς κεφαλῆς, ὄπισθεν
πρόσω φερόμεναι τῶν ὤτων ὑπεράνω. γεννῶνται δὲ καὶ
αἵδε, δυοῖν ἀλλήλοις ὁμιλούντων, οὐ κατὰ ῥαφὴν,
ὥσπερ τὰ πρόσθεν εἰρημένα. κατὰ βραχὺ γὰρ ἀπολεπτυνόμενον
εἰς λεπίδα τὸ κατιὸν ἀπὸ τοῦ βρέγματος ὀστοῦν
ὑποβέβληται τῷ κάτωθεν ἀπὸ τῶν ὤτων ἀνιόντι. καὶ διὰ
τοῦτό τινες οὐδὲ ῥαφὰς ὠνόμασαν ἁπλῶς αὐτὰς, ἀλλ’ ἤτοι
Work
Title: De Ossibus ad Tirones
English: On Bones for Beginners
Original: Περὶ ὀστῶν τοῖς εἰσαγομένοις
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 732-778
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_027.xml [90 Kb]