Digital Corpus for Graeco-Arabic Studies

Galen: De Venarum Arteriarumque Dissectione (On the Anatomy of Veins and Arteries)

Kühn 1821

αὐτῆς, ἐν τοῖς δεξιοῖς μέρεσι κείμενον ἐγγὺς τοῦ ἥπατος· ἱκανῶς γάρ ἐστι λοξὴ τὴν θέσιν ἐν τοῖς ζώοις τούτοις ἡ κοιλία. κατασχίζεται δὲ οὐκ ἔτ’ εἴσω παρ’ αὐτῆς τὸ σιμὸν ἡ φλὲψ ἥδε. τὰ γὰρ ἐν τοῖς ἀριστεροῖς πάντα μέχρι τῆς κατὰ τὸν στόμαχον ἐκφύσεως ἕτεραι διαπλέκουσι φλέβες ἀπεσχισμέναι τῆς ἐπὶ τὸν σπλῆνα φερομένης. ἱκανῶς γὰρ αὕτη μικρὰς καὶ πολλὰς ἐν τῇ διόδῳ τριχοειδεῖς φλέβας εἰς τὸ πάγκρεας ἐκφύει. ἔπειτα, ἂν ἤδη πλησίον ᾖ τοῦ σπληνὸς, ἀξιόλογον ἀπόφυσιν ἑαυτῆς ἐπὶ τὰ σιμὰ πέμπει τῆς γαστρός. ὅσον δὲ αὐτῆς ἐπιβαίνει τῷ σπληνὶ, κατὰ τὸ μέσον αὐτοῦ μάλιστα τὴν θέσιν ἔχει, κᾄπειτα ἐνταῦθα διασχιζόμενον ὅλῳ τῷ σιμῷ τοῦ σπλάγχνου μετέωρον ὑποφέρεται, πολλὰς εἰς αὐτὸν οἷον ῥίζας τινὰς ἐμβαλών. οὐ μὴν ἐνταῦθά γε κατασχίζεται πᾶν, ἀλλ’ ἱκανῶς ἀξιόλογον ἑκάτερόν ἐστι τῶν περάτων αὐτοῦ. καὶ τοίνυν καὶ φέρεται τὸ μὲν ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς ἐπὶ τὰ κυρτὰ τῆς γαστρὸς, τὸ δὲ ἀπὸ τῆς τελευτῆς εἰς τὴν ἀριστερὰν ἐπιπλόου μοῖραν· ἐπίπλουν δὲ λέγειν ἢ ἐπίπλοον οὐ διοίσει.

Work

Title: Galen: De Venarum Arteriarumque Dissectione
English: On the Anatomy of Veins and Arteries
Original: Περὶ φλεβῶν καὶ ἀρτεριῶν ἀνατομῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 779-830

Publisher: Cnobloch, Leipzig

Download