De Venarum Arteriarumque Dissectione (On the Anatomy of Veins and Arteries)
Kühn 1821
μία δὲ ταύτης ἀνωτέρω, κατὰ τὸν αὐτὸν τρόπον
κατασχιζομένη· κᾄπειτα ἄλλη τρίτη κατὰ μέσον μάλιστα
τὸν πῆχυν. ἐπιμίγνυται δὲ αὐτῶν τὰ πέρατα πλησίον
τοῦ καρποῦ. ὑψηλοτάτη δ’ ἅμα καὶ μεγίστη τὰς προκειμένης
φλεβὸς ἀπόφυσίς ἐστιν ἡ ἐπὶ τὸ μέσον ἀφικνουμένη
τῆς κατ’ ἀγκῶνος καμπῆς, εἰς ὅπερ ἥκει καὶ ἄλλης φλεβὸς
οὐ μικρὰ μοῖρα κατὰ τὰ πρόσω τοῦ βραχίονος ὑπὸ τῷ δέρματι
κειμένης, ἣν ἐπὶ τῶν εὐρείας ἐχόντων τὰς φλέβας
ἐναργῶς ὁρῶμεν, ἀπὸ μὲν τῆς κλειδὸς λοξὴν τὰ πρῶτα παρὰ
τὸν τῆς ἐπωμίδος μῦν φερομένην, μετὰ δὲ ταῦτα εὐθεῖαν
ἐκτεταμένην ἄνωθεν κάτω. ταύτης τῆς φλεβὸς ἥτις μέν
ἐστιν ἡ πρώτη γένεσις, ὕστερον εἰρήσεται· νυνὶ δὲ ἐκεῖνο
χρὴ γινώσκειν ἐπ’ αὐτῆς, ὡς ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη
παντάπασιν ἀμυδρὰς ἀποφύει φλέβας ἐκείνοις τοῖς
μέρεσιν, ἃ διεξέρχεται. πλησίον δὲ ἤδη τῆς κατ’ ἀγκῶνα
διαρθρώσεως γιγνομένη οὐ μικρὸν μόριον ἑαυτῆς ἐκτείνει
λοξὸν ἐπὶ τὴν καμπὴν, εἰς ταὐτὸν ἐρχόμενον τῷ προειρημένῳ
μέρει τῆς μεγάλης φλεβὸς, ἣν ἐξηγούμενοι μόνην
Work
Title: De Venarum Arteriarumque Dissectione
English: On the Anatomy of Veins and Arteries
Original: Περὶ φλεβῶν καὶ ἀρτεριῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 779-830
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_028.xml [99 Kb]