De Venarum Arteriarumque Dissectione (On the Anatomy of Veins and Arteries)
Kühn 1821
φλὲψ ἀφ’ ἑκατέρας τῆς ἐπὶ τὰ σκέλη πρὸς τοὺς ἔνδον μῦς
τῶν μηρῶν φερομένη. τούτων δ’ ἑξῆς ἄλλη συζυγία φλεβῶν
ἐπιπολῆς ὑπὸ τῷ δέρματι κειμένη, ἃς καὶ θεώμεθα
πάνυ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων, ἀπὸ μὲν τῶν βουβώνων
ἀρχομένας, ἀναφερομένας δὲ κατὰ τὸν τῶν λαγόνων
τόπον. ἀμυδραὶ δὲ ἄλλαι συνάπτουσιν αὐτῶν τοῖς πέρασιν
ἄνωθεν κάτω φερόμεναι, τὴν γένεσιν ἔχουσαι μάλιστα ἐκ
τῶν παρὰ τοὺς τιτθοὺς φλεβῶν. ἀλλὰ ταύτης τῆς συζυγίας
τῆς νῦν ἐν τῷ λόγῳ προκειμένης ἔφην ἀναφέρεσθαι κάτωθεν
ἄνω μέρος οὐ σμικρὸν, ἐπὶ τοὺς παρὰ τὰς πυγὰς ἀποχωροῦν
μῦς. ἐντεῦθεν δὴ λοιπὸν ἡ μεγάλη φλὲψ εἰς τὸ
σκέλος ἀποσχίζεται, πρώτην μὲν ἀπόφυσιν ἑαυτῆς κατὰ τὸν
βουβῶνα ποιοῦσα σὺν ἀρτηρίᾳ μικρᾷ τοῖς ἐμπροσθίοις μυσὶν
διανεμομένην, δευτέραν ἑκατέρωθεν μίαν κᾀκ τῶν ἔνδον
μερῶν ἄχρι τοῦ γόνατος ἐπιπολῆς διασπειρομένην, ἄλλας δ’
οὐκ ὀλίγας διὰ βάθους εἰς τοὺς μηρούς. μικρὸν δ’ ἀνωτέρω
τῆς κατὰ γόνυ διαρθρώσεως τριχῆ σχισθεῖσα, τῷ μέσῳ
μὲν αὑτῆς, ᾗ δὴ μεγίστη ἐστὶ, δι’ αὐτῆς εἰς ἰγνύας φέρεται
Work
Title: De Venarum Arteriarumque Dissectione
English: On the Anatomy of Veins and Arteries
Original: Περὶ φλεβῶν καὶ ἀρτεριῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 779-830
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_028.xml [99 Kb]