De Venarum Arteriarumque Dissectione (On the Anatomy of Veins and Arteries)
Kühn 1821
ὁρμᾶσθαι, πρὸς τὸ μέσον ἥκει τῶν προειρημένων δύο μεσεντερίων,
ὃ δὴ καὶ πλείστας ἔχει φλέβας, εἰς πρώτην μὲν
τὴν νῆστιν, εἶθ’ ἑξῆς τὸ λεπτὸν ἔντερον ἅπαν κατασχιζόμενον.
ἡ τελευτὴ δ’ αὐτοῦ τό τε τυφλὸν ἔντερον διαπλέκει
καί τι μέρος μικρὸν τοῦ συνάπτοντος αὐτῷ κώλου.
αὕτη μὲν ἡ νομὴ τῆς ἀπὸ πυλῶν φλεβὸς εἰς ἔντερα καὶ
σπλῆνα καὶ γαστέρα. καὶ μὲν δὴ καὶ αἱ τοῦ ἐπιπλόου
φλέβες ἅπασαι τούτων τῶν φλεβῶν ἀποβλαστήματά εἰσιν,
αἱ μὲν ἐν τοῖς ἀριστεροῖς αὐτοῦ καὶ δεξιοῖς μέρεσιν, ὡς
ὀλίγον ἔμπροσθεν εἶπον, αἱ δὲ τῆς ἐμπροσθίας τε καὶ
μέσης χώρας, ἐκ τῶν κατὰ τὰ κυρτὰ τῆς γαστρός. αἱ δὲ
τῆς ὑποβεβλημένης ταύτῃ, μικραὶ παντελῶς ὑπάρχουσαι,
τὴν γένεσιν ἐκ τῶν κατὰ τὰ σιμὰ τῆς γαστρὸς ἔχουσι
φλεβῶν. ἀναμιμνήσκω δέ σε καὶ ὅτι τῶν τὸ κυρτὸν τῆς
γαστρὸς διαπλεκουσῶν φλεβῶν δύο οὐσῶν ὡς ὀλίγον ἔμπροσθεν
εἴρηται, τὰ πέρατα συνάπτεται πρὸς ἄλληλα, καὶ ὅτι
μετέωρος ἑκατέρα τῶνδε τῶν φλεβῶν ὑμέσιν ἐποχουμένη
Work
Title: De Venarum Arteriarumque Dissectione
English: On the Anatomy of Veins and Arteries
Original: Περὶ φλεβῶν καὶ ἀρτεριῶν ἀνατομῆς
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 779-830
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_028.xml [99 Kb]