Digital Corpus for Graeco-Arabic Studies

Galen: De Instrumento Odoratus (On the Organ of Smell)

Kühn 1821

εἰς δὲ τὰ προειρημένα μόρια, περιττοτέρας αἰσθήσεως δεόμενα, καὶ μείζω καὶ μαλακώτερα νεῦρα κατέφυσεν, ἐξ ἐγκεφάλου πάντα βλαστάνοντα. φωτοειδέστατον μὲν οὖν ἐποίησεν τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ καὶ πυρὸς τὸ τῆς ὀσφρήσεώς ἐστιν αἰσθητικὸν, οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀὴρ, οὔθ’ οὕτω παχυμερὲς, ὡς τὸ ὑγρόν. ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ’ ἔστι τῶν ὀσφρητῶν ἡ οὐσία. μαθεῖν δ’ ἐστὶ μάλιστα ἐπὶ ῥόδων αὐτῶν καὶ τῶν οὕτως ἁπλῶν, ἃ διὰ ταχέων ἑαυτῶν ἐλάττω τε ἅμα καὶ ξηρότερα γίνεται, φανερῶς ἐνδεικνύμενα, τὴν ὑγροτέραν μοῖραν ἐκ τῆς οὐσίας αὐτῶν διαφορεῖσθαι.

Ζητήσωμεν οὖν ἤδη τὸ τῆς ὀσφρήσεως ὄργανον,

Work

Title: Galen: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 857-886

Publisher: Cnobloch, Leipzig

Download