Digital Corpus for Graeco-Arabic Studies

Galen: De Instrumento Odoratus (On the Organ of Smell)

Kühn 1821

δεῖσθαι τῆς μὲν ἐκπνοῆς αὐτὸν ἕνεκα τοῦ τὰ λυποῦντα κενῶσαι, τῆς δ’ εἰσπνοῆς ἀναψύξεως χάριν· ἔτι τε τρίτον, τούτοις ἐγκεκαυμένης ἢ καὶ ἄλλως ὁπωσοῦν θερμῆς τῆς κεφαλῆς, αἰσθανόμεθα τήν τε τῶν ῥόδων ὀσμὴν καὶ τινῶν ἄλλων, ὅσα προσηνῶς ἐκψύχει, ἐπιφανῶς ἰᾶσθαι τὴν θέρμην· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ μηδένα τρόπον ἐγχωρεῖν ἐν τῷ ῥινὸς χιτῶνι τὴν αἴσθησιν γίνεσθαι τῶν ὀσμῶν· ὃ γὰρ εἶχε μόνον βραχὺ τὸ πιθανὸν ὑπ’ Ἀριστοτέλους εἰρημένον, ἐξεταζόμενον ηὑρίσκετο ψεῦδος.

Ὅπως οὖν ἀκριβεστέρα γένοιτο παντὸς τοῦ δόγματος ἡ βάσανος, ἀρξώμεθα τῶν προειρημένων κεφαλαίων ἀπὸ τοῦ τελευταίου. τί δή ποτε γὰρ εἰσπνεόντων ἡ τῶν ὀσμῶν αἴσθησις γίγνεται, κατ’ ἄλλον δὲ οὐδένα χρόνον, εἴπερ ἐν τοῖς τῆς ῥινὸς πόροις ἡ γένεσις αὐτῆς ἐστιν, ἐπισκεπτομένοις ἡμῖν ἓν τοῦτο μόνον ηὑρίσκετο πιθανὸν, ὡς μὴ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ τῆς ῥινὸς χιτῶνος, ἀλλὰ διὰ βάθους συχνοῦ τὸ τῆς ὀσφρήσεως ὄργανον τετάχθαι,

Work

Title: Galen: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 857-886

Publisher: Cnobloch, Leipzig

Download