Digital Corpus for Graeco-Arabic Studies

Galen: De Instrumento Odoratus (On the Organ of Smell)

Kühn 1821

τοῖς δ’ οὐκ ἀναπνέουσιν ἀφῄρηται τοῦτο· καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζώων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾷν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος, ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾷν αὐτῷ εὐθύς. αὗται μὲν αἱ τοῦ Ἀριστοτέλους ῥήσεις, οὐδ’ ὅλως ἐπιχειρήσαντος ζητῆσαι μόριον, ἐν ᾧ πρώτως τὴν τῶν ὀσμῶν αἴσθησιν ἔχομεν. ἀλλὰ καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ περὶ τῶν ἀνακαλυπτομένων πόρων ἀδύνατον μὲν οὐκ ἔστιν, ὥσπερ ἔνια τῶν λεγομένων ὑπό τινων, οὐ μὴν δυνατόν γε συστῆναι κατὰ τοὺς πόρους τῆς ῥινός. ἐπὶ μέν γε τῶν βλεφάρων ἡ κίνησις κατὰ τὴν ἡμετέραν ἐπιτελεῖται προαίρεσιν, καὶ διὰ τοῦτο ἔξεστιν ἡμῖν, ὁπότε βουλόμεθα, καὶ κλείειν αὐτοῖς καὶ ἀνοίγειν· ἐπὶ δὲ τῆς τῶν ὀσμῶν αἰσθήσεως οὐχ ᾧδ’ ἔχει. συμβεβηκὸς γάρ ἐστι ταῖς εἰσπνοαῖς τὸ κατὰ τὴν ἄνοιξιν τῶν πόρων, οὐχ ἡμέτερον ἔργον. πῶς οὖν συμβήσεται, σκεπτέον ἐφεξῆς. καίτοι γε δίκαιος ἦν ὁ Ἀριστοτέλης, ὁ πατὴρ τοῦ λόγου, κατεσκευακέναι μὲν τὴν

Work

Title: Galen: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1821

Series: Claudii Galeni Opera Omnia

Volume: 2

Pages: 857-886

Publisher: Cnobloch, Leipzig

Download