De Instrumento Odoratus (On the Organ of Smell)
Kühn 1821
παντὶ μηδεμίαν ἔχων αὐτοῦ διάγνωσιν, καίτοι γε πληρωμένων
τῶν πόρων τῆς ῥινός. οὕτω δὲ, κᾂν ἐνστάξῃς εἰς
τοὺς μυκτῆρας ὁτιοῦν ἔχον ἰσχυρὰν ὀδμὴν, ἐν ἐκείνῳ μόνῳ
τὴν διάγνωσιν αὐτοῦ λήψῃ, καθ’ ὃν εἰσπνέομεν. ἔοικεν οὖν
ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀδμῶν διαγνωστικὸν, ἔνδον
που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, οὐ πρόχειρον
οὕτως, οὐδ’ ἐκτὸς, ὡς ὁ κατὰ τὴν ῥῖνα χιτών· ἀλλ’ ὡς ἐν
τοῖς περὶ τῆς εἰσπνοῆς λόγοις ἐμάθομεν, ὡς ὁ μὲν θώραξ
ὑπό τινων μυῶν διαστέλλοιτο, συνέποιτο δὲ ὁ πνεύμων
αὐτῷ, κᾄπειτα ἐξ ἀνάγκης τῷδε κατὰ τὸ συνεχὲς ὁ ἔξωθεν
ἀὴρ διά τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος
καὶ τοῦ στόματος καὶ τῆς ῥινός. εἴπερ οὖν ὁ
κατὰ τὴν ῥῖνα χιτὼν οὐκ ἔστι τῆς ὀσφρήσεως ὄργανον, ἑξῆς
ἐπισκεπτέον ἡμῖν περὶ τοῦ κατὰ τὸν οὐρανίσκον, εἶθ’ ἑξῆς
φάρυγγός τε καὶ τραχείας ἀρτηρίας. ὁ μὲν δὴ κατὰ τὸν
οὐρανίσκον χιτὼν οὐκ ἂν εἴη τὸ τῆς ὀσφρήσεως ὄργανον,
εἴ γε τοῖς ἐμφράξασι μὲν τοὺς μυκτῆρας ἢ καὶ σφίγξασι
Work
Title: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 857-886
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_030.xml [57 Kb]