De Instrumento Odoratus (On the Organ of Smell)
Kühn 1821
δή που μηδ’ εἰς τοσοῦτον λεπτοὺς εἶναι, ὥς τισι τῶν ἀμελῶς
ἀνατεμνόντων μήτ’ εἶναι δοκεῖν. ἀμέλει κᾂν εἰς τὸν
μυκτῆρα καθεὶς αὐλίσκον ἀκριβῶς στεγνώσῃς τὸν πόρον, οὐ
δυνήσεται πνεῦμά τι ἐνεῖναι, πρὶν ἀνοῖξαι τὸ στόμα· διανοιχθέντος
δ’ αὐτοῦ, τὸ κατὰ τὴν ὑπερῴαν ἐμπίπτον πνεῦμα
πρὸς τοὐκτὸς ἀποχωρεῖν ἀκολουθοῦν ἐπιτρέπει τῷ συνεχεῖ.
μὴ τοίνυν ἀξίου μηδ’ εἰς τὸν ἐγκέφαλον ἀνέρχεσθαί
τι κατὰ τὰς εἰρημένας ἐμπτώσεις εἰς τὴν ῥῖνα τοῦ πνεύματος.
ἄχρι γὰρ ἂν ἡ κατ’ αὐτὸν εὐρυχωρία φθάνῃ πεπληρωμένη
πρὸς ἑτέρου πνεύματος, οὐχ οἷόν τ’ ἐστὶν ἐπεισελθεῖν
ἄλλο, πρὶν διαστῆναι τὸν ἐγκέφαλον, ὅπερ εἰσπνεόντων
μὲν οἷόν τ’ ἐστὶ γενέσθαι· διαστέλλεται γὰρ
πρῶτον, ἵν’ ἕλξῃ, κᾄπειθ’ οὕτω εἰσδέχεται τὸν ἔξωθεν
ἀέρα· χωρὶς δὲ τῆς ἐξ ἑαυτοῦ διαστολῆς οὐκ ἐνδέχεται
παραδέξασθαι πνεῦμά τι αὐτὸν, οὐδ’ εἰ βιαίως ὠθοῖτο·
εἰ δ’, ὥσπερ καὶ βούλοιτό τις, βιαίως ὠθούμενον ἐμπίπτει,
ἀλλ’ οὐδὲ τοῦτο δυνατὸν εἶναι πολύ. θλίβεται μὲν
γὰρ βιαίως, ὡς ἴσμεν, ὁ ἀὴρ, καὶ πάλιν τείνεται πανταχόθεν,
Work
Title: De Instrumento Odoratus
English: On the Organ of Smell
Original: Περὶ ὀσφρήσεως ὀργάνου
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Series: Claudii Galeni Opera Omnia
Volume: 2
Pages: 857-886
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_030.xml [57 Kb]