Ars Medica (The Art of Medicine)
Kühn 1821
ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ μὲν πρῶτον ἔσται τῶν
ὑγιαινόντων σωμάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ
δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα
σώματα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισμένα. τὰ μὲν
οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πλημμελεῖς εἰσιν, ἢ
ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους
κέκτηται τὰς ἐνεργείας, ἐν μὲν ταῖς μεγίσταις ἀποστάσεσιν
εὐδιάκριτα, κατὰ δὲ τὰς μικροτέρας ἀμφίβολα, καὶ διὰ
τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ μηδετέρου τῶν
ἐναντίων ἐνεργειῶν μετέχουσα συνίσταται διάθεσις. ἥν καὶ
αὐτὴν ἔφαμεν οὐδετέραν ὀνομάζεσθαι, πάντων τούτων αἰσθήσει
διακρινομένων, οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει·
κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγμα. καὶ
τοίνυν καὶ τὰ σημεῖα τῶν ὑγιαινόντων μὲν σωμάτων, ἀλλ’
ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς
ἀποστάσεως διοίσει, θεμένων ἡμῶν ἄκρους μὲν ὅρους ἐναντίους
ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτε
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]