Ars Medica (The Art of Medicine)
Kühn 1821
σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ
σχήματος ἐξάλλαξιν γίνεται. τῶν μὲν οὖν ἔτ’ αὐξανομένων
οἷόν τε τὸ σχῆμα τῶν πλείστων μορίων ἐπανορθοῦσθαι,
τῶν δ’ ηὐξημένων οὐκέτι. σκοπὸς δ’ ὧν οἶόν
τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς.
εἰ δὲ κατάγματος οὐκ ὀρθῶς διαπλασθέντος ἡμάρτηταί τινος
κώλου σχῆμα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ
πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς,
εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔμφραξις ἐκ ταὐτοῦ γένους τῶν
νοσημάτων. ἡ μὲν ὑπὸ γλίσχρων καὶ παχέων γινομένη χυμῶν,
ἕνα μὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει
τὴν ἔμφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τμητικὰ
τῶν φαρμάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐμφραχθείσης
ἐντέρῳ, προτέραν μὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν
ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσμάτων, ἑξῆς δὲ τὴν
κένωσιν ἐκ δριμέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν μὲν
τῷ παραυτίκα τὴν μετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα
τὴν διὰ τομῆς κομιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν μορίῳ
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]