Ars Medica (The Art of Medicine)
Kühn 1821
αὐτὰς, ἕλκοντα μὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν
τε καὶ ἀναστομωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ
τὰς ἐν τοῖς σιμοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ
τῆς κοίλης φλεβὸς, ὅσα κατὰ τὰς ταύτης φλέβας. ἑτέρα
δὲ ἐπὶ ταῖς προειρημέναις ἔνδειξις ἀφ’ ἥπατος, ὡς ἀρχῆς
φλεβῶν. ἐπεὶ γὰρ οὐχ ἑαυτὸ μόνον, ὥσπερ τὰ πλεῖστα
μόρια τοῦ ζώου, διοικεῖν πέφυκεν, ἀλλ’ ἐπιπέμπει δύναμιν
ταῖς φλεψὶ, κίνδυνός ἐστιν, ἐὰν ἐκλύσωμεν αὐτοῦ τὸν τόνον
ἐπιβροχαῖς τε καὶ καταπλάσμασι χαλαστικοῖς, αὐτό τε πρῶτον
ἀτονῆσαι περὶ τὴν ἐνέργειαν, ἀτόνους τε συμπάσας ἐργάσασθαι
τὰς φλέβας. ὅθεν ἐπιμιγνύναι χρὴ τῶν στυφόντων
τι φαρμάκων ἐν ταῖς θεραπείαις αὐτοῦ. ἀλλ’ ἐπειδὴ
διὰ βάθους ἐστὶ συχνοῦ, κίνδυνος ἐκλυθῆναι τὴν δύναμιν
τοῦ στύφοντος, ἐὰν μὴ ποδηγῆται πρός τινος ἑτέρας οὐσίας
λεπτομεροῦς, οἵα περ ἡ τῶν ἀρωμάτων ἐστί. κάλλιον δὲ,
εἰ αὐτὸ τὸ στύφον φάρμακον εὐθὺς εἴη καὶ ἀρωματῶδες·
συμφύτους γὰρ ἔχον δύο ποιότητάς τε καὶ δυνάμεις ἰσχυρότερον
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]