Ars Medica (The Art of Medicine)
Kühn 1821
καὶ τὸ περὶ χρείας σφυγμῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγμῶν
πραγματεία εἰς τέτταρα μέρη νενέμηται· πρῶτον
μὲν τὸ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ περὶ
τῆς διαγνώσεως, καὶ τρίτον τὸ περὶ τῶν ἐν τοῖς
σφυγμοῖς αἰτίων, καὶ τέταρτον περὶ τῆς διὰ τῶν σφυγμῶν
προγνώσεως. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ τὸ τοῖς εἰσαγομένοις
περὶ τῶν σφυγμῶν γεγραμμένον. ἐννοῶ δὲ καὶ
ἄλλο τι ποιῆσαι βιβλίον ἓν οἷον ἐπιτομὴν ἁπάντων, ὅπερ
ἤτοι τέχνην περὶ σφυγμῶν, ἢ σύνοψιν ἐπιγράψω. χρήσιμον
δὲ εἰς τὴν τοιαύτην θεωρίαν ἐστὶ, καὶ δι’ ὧν ἐξηγοῦμαί
τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον.
εἰς δὲ τὰς προγνώσεις χρησιμωτάτη μάλιστά ἐστιν ἡ περὶ
κρίσεων πραγματεία· προηγεῖται δ’ αὐτῆς ἡ περὶ τῶν κρισίμων.
ἀλλὰ καὶ ἡ περὶ δυσπνοίας πρὸς διάγνωσίν τε τῆς
παρούσης διαθέσεως καὶ πρόγνωσιν τῶν ἐσομένων ἀγαθῶν
ἢ κακῶν περὶ τὸν κάμνοντα χρήσιμος ὑπάρχει. ταῦτά τε
οὖν ἅπαντα, καὶ σὺν αὐτοῖς ἔνια μονόβιβλά ἐστι γινώσκεσθαι
χρήσιμα, καθάπερ τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων,
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]