Ars Medica (The Art of Medicine)
Kühn 1821
τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς μελλούσης νόσου προγνωστικὰ
διέλθωμεν πρότερον. διττῆς δὲ οὔσης τῆς αἰτῶν
διαφορᾶς, προχειρισώμεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν,
ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγμένα
τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταμένην, ἢ ἐκλελυμένην,
ἢ μὴ κατὰ. τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσμάτων, ἥ
ἀπόκρισιν τῶν περιττωμάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων,
ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωμάτων
ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ
χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία
τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει
κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόμα πλεῖον, ἢ ἔλαττον, ἢ
θερμὸν, ἢ ψυχρὸν ἐπιθυμία παρὰ τὺ σύνηθες. ὥσπερ γε
καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄμετρος ἢ ἄκαιρος
ἐπιθυμία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος
εἰς τὰς κινήσεις, ἢ πειρωμένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις
ἰσχυρὰ, καταμηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις.
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]