Ars Medica (The Art of Medicine)
Kühn 1821
ἐπὶ κολοβωμάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον
τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ
φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει
παρὰ φύσιν ἀποκεχώρισται μόνον. ἐφ’ οὗ πρῶτος μὲν
σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ μετάθεσις
δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυμάτων. ὅσα δ’ οὐχ ὅλοις μορίοις,
ἀλλ’ ἐν μέρεσι μορίων ἐλλείπει τε καὶ ὑπερβάλλει
τοῦ κατὰ φύσιν, ἀνάθρεψις μὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων,
ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων·
ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρμάκων
ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος
ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν
παρὰ τὴν θέσιν ἐσφαλμένων σωμάτων, οἷον ἐξαρθρήματα
καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ μὲν ἐκ βιαίας τάσεως
ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος·
ὥστε καὶ ἡ ἴασις τῷ μὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς
τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν
Work
Title: Ars Medica
English: The Art of Medicine
Original: Τέχνη ἰατρική
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1821
Volume: 1
Pages: 305-412
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_001.xml [210 Kb]