Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

νόσημα, τάχα ἂν ἐφ’ οὕτως ἀκριβεῖ διαίτῃ κατασταίη παντάπασιν, ὡς μηκέτ’ αὖθις ἐπανελθεῖν· εἰ δέ τι τῶν καὶ κοηθεστέρων, ἐπανέλθοι μὲν ἂν καὶ οὕτω διαιτωμένων, ἀλλ’ οὐχὶ σὺν ἐσχάτῳ κινδύνῳ. ἀμεληθὲν δὲ καὶ παροφθὲν ὡς πιστῶς λελυμένον πολὺ χαλεπώτερον ἢ ἐξ ἀρχῆς ἐπιφαίνεται. χρὴ τοίνυν, εἰ μέλλοι βεβαίως παύεσθαι μέγα τι καὶ ἰσχυρὸν νόσημα, προηγεῖσθαι τῆς λύσεως αὐτοῦ τὰ πρὸς Ἱπποκράτους ὀνομαζόμενα λυτήρια σημεῖα, τοῦτο μὲν ἱδρῶτας χρηστοὺς δι’ ὅλου τοῦ σώματος γενομένους, ἢ οὔρων πλῆθος, ἢ διαχωρημάτων, ἢ ἐμέτων, τοῦτο δ’ αἱμοῤῥαγίαν ἐκ ῥινῶν, ἤ τινα ἄλλην αἵματος κένωσιν, οἷον ἐξ αἱμοῤῥοΐδων, ἢ ὑστερῶν, τοῦτο δ’ εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἢ εἰς ἄλλό τι τῶν ἀκύρων μορίων, ἢ ἄρθρων ἀπόσκημμα. ὅσοις δὲ μηδενὸς τῶν τοιούτων σημείων ἐπιφανέντος ἔδοξε πεπαῦσθαι τὸ νόσημα, περὶ τούτων ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἑνὶ μὲν καθόλου λόγῳ τόνδε τὸν τρόπον ἀπεφήνατο· τὰ ἀσήμως ῥᾳστωνήσαντα φιλυπόστροφα· κατὰ μέρος δὲ διά τε

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]