Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῶν ἀφορισμῶν αὐτῶν καὶ διὰ τοῦ προγνωστικοῦ γράμματος· οὐχ ἥκιστα δὲ καὶ διὰ τῶν ἐπιδημιῶν ἐδίδαξε τίνα μὲν ὀλέθρια τῶν ὑποστρεφόντων ἐστὶ, τίνα δ’ αὐτῶν τούτῳ μόνον ἁπλῶς ὑποστρέφει, χωρὶς ὀλέθρου, τίνα δὲ καὶ δυνατὸν ἡμῖν ἐστιν ἐξιᾶσθαί τε καὶ κωλῦσαι παλινδρομῆσαι. περὶ μὲν δὴ τούτων ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγούμεθα τὴν γνώμην αὐτοῦ· περὶ δὲ τῶν ἅμα τοῖς λυτηρίοις σημείοις παυσαμένων, ἃ δὴ καὶ κεκρίσθαι λέγεται, νῦν ἡγοῦμαι χρῆναι διελθεῖν, ἀναγκαίων ὄντων γινώσκεσθαι τοῖς μέλλουσιν περὶ κρισίμων ἡμερῶν ἐπίστασθαί τι χρηστόν. ἡγεῖται γὰρ ἤδη τῶν ἐν τούτοις ἐκκρίσεων ἢ ἀποστάσεων οὐ μικρὰ ταραχὴ κατὰ τὸ τοῦ νοσοῦντος σῶμα, πολλάκις μὲν ἐξαιφνίδιον ἢ δυσπνοοῦντος, ἢ παραπαίοντος, ἢ σκοτοδινιῶντος, ἢ μαρμαρυγὰς ὁρῶντος, ἢ δακρύοντος, ἢ τοὺς ὀφθαλμοὺς ἐρυθροὺς ἴσχοντος, ἢ τοὺς κροτάφους βαρεῖς, ἢ τὸν τράχηλον ἐπώδυνον, ἐνίοτε δ’ ἤτοι τὴν κεφαλὴν ἀλγοῦντος ἢ ὀρφνῶδές τι τῶν ὀφθαλμῶν προφαίνεσθαι νομίζοντος, ἢ καρδιώσσοντος, ἢ τὸ κάτω χεῖλος οἱονεὶ κλονούμενόν τε καὶ εἴσω σπώμενον ἔχοντος, ἢ ῥίγει

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]