Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

σφοδρῷ τινασσόμενον· καὶ μὲν δὴ καὶ ὑποχόνδριον ἀνασπᾶται πολλοῖς, καὶ δυσφοροῦσι καὶ ἀναπηδῶσι καὶ ψυχρὸν αἰτοῦσι καὶ διακαίεσθαί φασιν ἐπισημότερον ἢ πρόσθεν. ἐνίοις δ’ αὐτῶν καὶ ὁ παροξυσμὸς πρωϊαίτερος ἄρχεται καὶ μακρότερος καὶ σφοδρότερος γίνεται καὶ κῶμα συνεδρεύει, καὶ ἄλλο τι καὶ ἄλλο σύμπτωμα, καὶ δὴ καὶ θεάσασθαι τοὺς παρόντας ἅπαντας ἔστιν ἐν μεγίστῳ τηνικαῦτα καθεστῶτας φόβῳ καὶ λεγόντων ἀκοῦσαι πάρεστιν ὡς οὐδὲν ὁ κάμνων ἀποδεῖ τῶν ἐν δικαστηρίῳ περὶ θανάτου κρινομένων. ὅθεν οὐδὲ παραγεγονέναι μοι δοκοῦσιν ἔνιοι τῶν ἰατρῶν οὐδεπώποτε τοιαύταις ταραχαῖς ἀῤῥώστων, ἢ οὐκ ἂν ἐζήτουν οὔτε τὸ σημαινόμενον ὑπὸ τοῦ τῆς κρίσεως ὀνόματος οὔτ’ εἰ δυνατὸν ὑπάρχει τὸ πρᾶγμα. πότερον γὰρ ὡς οὐ γίνονταί τινες ἀθρόαι λύσεις ἐν νόσοις μετά τινος ἐκκρίσεως ἢ ἀποστάσεως ἀμφισβητοῦσιν, ἢ τοῦτο μὲν ὁμολογοῦσιν ἑωρακέναι, τὰ δὲ ἄλλα συμπτώματα τὰ μικρῷ πρόσθεν εἰρημένα συνεδρεύειν αὐταῖς ἀγνοοῦσιν; ἢ καὶ ταῦτα γινώσκοντες οὔ φασι χρῆναι καλεῖν τὸ γινόμενον κρίσιν; εἰ γὰρ δὴ τοῦτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]