Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀμφισβητοῦσιν· ὡς τό γε μήθ’ ὅτι γίνονταί τινες ἐξαιφνίδιοι περὶ τὸν νοσοῦντα ταραχαὶ, καρδιώσσοντα καὶ ἀναπηδῶντα καὶ παραπαίοντα καὶ τἄλλα τὰ τοιαῦτα πάσχοντα, μήθ’ ὅτι μικρὸν ὕστερον ἐπ’ αὐταῖς, ἢ ἰδρῶτος, ἢ αἱμοῤῥαγίας, ἤ τινος ἑτέρου τοιούτου γενομένου, λύσις ἀσφαλὴς ἠκολούθησε γινώσκειν ὁμολογεῖν ἢ φιλονεικίας, ἢ ἀμαθίας ἐσχάτης οὐδὲν ἀποδεῖ· οὐ γὰρ δὴ τῶν σπανίως γινομένων τὰ τοιαῦτά ἐστιν, ἀλλὰ τῶν ὁσημέραι φαινομένων. ἡμεῖς μὲν δὴ τὴν ὀξεῖαν οὕτως ἐν νοσήματι ταραχὴν ὀνομάζομεν κρίσιν, καὶ τελευτᾷν γε αὐτὴν τὰ πολλὰ μὲν εἰς σωτηρίαν, ἔστι δ’ ὅτε καὶ εἰς ὄλεθρον τοῦ κάμνοντος φαμέν. εἰ δέ τις ἄλλό τι καὶ οὐ τοῦτο τὴν κρίσιν εἶναι λέγων, ἔπειτ’ ἀμφισβητεῖ τε καὶ καταβάλλει τὸν λόγον, τὴν οἰκείαν ὑπόνοιαν ὁ τοιοῦτος, οὐχ ἡμᾶς ἐξελέγχει. βέλτιον δ’ ἦν ἄρα τί ποτε ἐκ τῆς προσηγορίας δηλοῦται γνόντας περὶ πράγματος αὐτοῦ ποιεῖσθαι τὸν λόγον. ἀλλὰ τὴν μὲν τούτων ἀμαθίαν τε καὶ φιλονεικίαν οὐδ’ ἂν αὐτὸς ὁ Ζεὺς ἐξιάσαιτο, καί μοι καὶ ταῦτα πλείω τοῦ δέοντος εἴρηται πρὸς αὐτούς. ὅσοις δ’ ἐστὶ 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]