Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τῶν ἔργων τῆς τέχνης φροντὶς, ἐκείνοις ἤδη διαλέξομαι περὶ τοῦ προτεθέντος ἐν τῷδε τῷ γράμματι σκέμματος.

Αἱ γὰρ δὴ κρίσεις αὗται γίνονται μὲν ἐν πάσαις ἡμέραις, ἀλλ’ οὔτ’ ἴσαις τὸν ἀριθμὸν οὔθ’ ὁμοίως πισταῖς. διαφέρουσι δὲ καὶ τῷ τὰς μὲν ἀγαθὰς αὐτῶν γίνεσθαι, τὰς δὲ κακὰς, καὶ τὰς μὲν μετὰ πλειόνων τε καὶ χαλεπωτέρων συμπτωμάτων καὶ σὺν ἀγῶνι μείζονι, τὰς δ’ εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἀσφαλῶς. ἀτὰρ οὖν οὐδὲ τῷ τὰς μὲν ἐλλιπεῖς γίνεσθαι, τὰς δὲ τελείας, μικρά τις ἡ διαφορά· μεγάλη δὲ κᾀν τῷ τὰς μὲν ὅτι γενήσονται διὰ τῶν ἐπιδήλων ἡμερῶν προδεδηλῶσθαι, τὰς δ’ ἐξαιφνίδιόν τε καὶ ἀδοκήτως οὐ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ τοῖς τεχνίταις ἐπιφαίνεσθαι. τοσαῦται μὲν αἱ τῶν κρίσεων διαφοραὶ, τοσαῦται δὲ καὶ αἱ τῶν κρισίμων ἡμερῶν· κατὰ τὴν δωδεκάτην μὲν γὰρ καὶ ἑκκαιδεκάτην ἐγὼ μὲν οὐδένα ποτὲ γινώσκω κριθέντα, κατὰ δὲ τὴν ἑβδόμην οὐδ’ ἀριθμεῖν ἔτι ἐγχωρεῖ. κατὰ δὲ τὴν ἕκτην κρίνονται μὲν, ἀλλὰ καὶ μετὰ χαλεπῶν συμπτωμάτων καὶ κινδύνων μεγίστων καὶ ἀπίστως καὶ ἀτελῶς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]