Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ πρὸς κακοῦ. ὅταν οὖν μὴ μόνον ἐμοὶ, τῷ τοσούτοις ἔτεσι παραφυλάττοντι, τοιαύτη τις εὑρίσκηται διαφορὰ τῶν ἡμερῶν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην, πάνυ δή τι τοῖς ἔργοις τῆς τέχνης προσεδρεύσασι, καὶ τούτων ἔτι ἀνωτέρω τοῖς περὶ Ταραντῖνον Ἡρακλείδην, ἐκ τῆς πείρας ἀθροίσασι τὴν θεωρίαν, ἔτι τε τοῖς περὶ τὸν Φιλότιμόν τε καὶ Διοκλέα καὶ τοὺς ἄλλους παλαιοὺς καὶ πρὸ τούτων ἁπάντων τοῖς περὶ τὸν θειότατον Ἱπποκράτην, πῶς οὐκ ἄν τις δικαίως ἡγοῖτό τινα διαφορὰν ἐν τῷ τῶν ἡμερῶν ἀριθμῷ; τὸ γὰρ ἐν τοσούτοις ἔτεσι καὶ τὴν ἑβδόμην ἑωρᾶσθαι κρίνουσαν, πολλάκις τε ἅμα καὶ τελείως καὶ πιστῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ προδήλως καὶ χρηστῶς, καὶ τὴν ἕκτην τὰ τούτων ἐναντία, μεγάλης τινὸς ἔχεται διαφορᾶς. τὸ δ’ ἐμοὶ μὲν μηδέποτε τὴν δωδεκάτην ὦφθαι κρίνουσαν, ἄλλῳ δέ τινι σπανίως τε ἅμα καὶ ἀτελῶς καὶ ἀβεβαίως καὶ μετὰ κινδύνου καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ κακῶς, οὐδ’ αὐτὸ σμικρὰν ἐνδείκνυται τὴν ἐν ταῖς ἡμέραις διαφοράν. πολλαὶ μὲν γὰρ αἱ κατὰ τὴν ἑβδόμην κρινόμεναι νόσοι τελέως τε ἅμα

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]