Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως καὶ ἀγαθῶς· αἱ δ’ ἐν τῇ δωδεκάτῃ σπάνιαι μὲν οὕτως ὡς ἡμῖν ὦφθαι μηδέπω, κᾂν εἴ τῳ δέ ποτε ἑώραται πρὸ ἡμῶν ἐν τῇ δωδεκάτῃ τῶν ἡμερῶν ἐπιφανεῖσά ποτε κρίσις, ἢ ἀτελὴς, ἢ ἄπιστος, ἢ κινδυνώδης, ἢ ἀσαφὴς, ἢ ἄσημος, ἢ πάντως γ’ ὦπται πρὸς κακοῦ γινομένη. καλῶ δ’ ἀτελῆ μὲν κρίσιν, ὅταν ὑπολείπηταί τι τοῦ νοσήματος· ἄπιστον δὲ, ὅταν ὑποτροπιάζῃ, κινδυνώδη δὲ τὴν μετὰ συμπτωμάτων σφαλερῶν, ἀσαφῆ δὲ τὴν χωρὶς ἐκκρίσεως, ἤ τινος ἀποστάσεως ἐπιφανοῦς, ἄσημον δὲ τὴν ὑπὸ μηδεμιᾶς τῶν ἔμπροσθεν ἡμερῶν προδηλωθεῖσαν. ἡ κακὴ δὲ ὅτι πάντως εἰς ἀπώλειαν τελευτᾷ τοῦ κάμνοντος οὐ δέομαι λέγειν. ἔμπαλιν δὲ τελείαν μὲν καλῶ τὴν μηδὲν ὑπολείπουσαν τοῦ νοσήματος, πιστὴν δὲ καὶ βεβαίαν καὶ ἀσφαλῆ τὴν μηκέτι ἐπανερχομένην, ἀκίνδυνον δὲ τὴν ἄνευ συμπτωμάτων σφαλερῶν, οὕτω δὲ καὶ σαφῆ τὴν μετά τινος ἐκκρίσεως, ἢ ἀποστάσεως φανερᾶς, εὔσημον δὲ τὴν προδηλωθεῖσαν ὑπὸ τῆς ἐπιδήλου, ἀγαθὴν δὲ ὅτι τὴν εἰς ὑγείαν τελευτῶσαν χρὴ νοεῖν οὐκ ἄν τινα οἶμαι λαθεῖν.

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]