Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

πότερον ἐν ᾗ τις ἡμέρᾳ τῆς κρίσεως ὑπήρξατο, ταύτην εἶναι τὴν κρίσιμον ὑποληπτέον, ἢ καθ’ ἣν πρῶτον ἐλύθη τὸ νόσημα, δεῖταί τινος ἐπισκέψεως. ὁ μὲν γάρ τις, οἶμαι, θάτερον αὐτῶν, ὁ δὲ θάτερον ὑπολήψεται, καί τις ἴσως οὐδέτερον, ἀλλ’ εἰς ἣν ὁ πλεῖστος χρόνος τῆς κρίσεως ἀφίκετο, ταύτην εἶναι φήσει τὴν κρίσιμον. ὅταν οὖν πρὸς τοῦτο καὶ τοῦ πολλάκις αὐτὰ θεάσασθαι χρῄζωμεν, ἦν δὲ τοῦτο ἐπί τινων ἡμερῶν ἀδύνατον, ὅσαι σπανίως κρίνουσιν, ἢ κατά τινα τύχην. οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις, εἰ ἐντύχοι τις ταῖς σπανίαις ἡμέραις πρώταις· ἔπειτα πρὶν ἀναμεῖναι τὴν μακρὰν κρίσιν, ἀποφαίνοιτο περὶ αὐτῶν ὡς κρισίμων, ἐκ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον ἐπιθολοῦσθαι τὴν ἀληθῆ τῶν κρισίμων ἡμερῶν ἱστορίαν. εἰ μὲν γὰρ ἐν ᾗ τις ἐκρίθη, κρίσιμον εἶναι ταύτην ἐλέγομεν, ῥᾴστη τ’ ἂν οὕτως ἡ γνῶσις αὐτῶ ἐγίνετο καὶ σχεδὸν ἁπάσαις ὑπῆρχεν ἂν εἶναι κρισίμοις. ἐπεὶ δ’ οὔ τι τὸ σπανίον ἱκανὸν, ἀλλὰ χρὴ πολλάκις ὦφθαι κρίνουσαν, ἔτι τε προσεῖναι τῇ κρίσει τὰ μικρῷ πρόσθεν ῥηθέντα, τό τε καλῶς καὶ τὸ τελείως καὶ τὸ ἀσφαλῶς καὶ τὸ σαφῶς καὶ προσέτι

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]