Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀνὴρ, ἄχρι πολλοῦ χρόνου καὶ αὐτὸς τὸ τοιοῦτον παθεῖν, εἴ τι χρὴ τεκμήρασθαι ἐκ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐν ᾧ παμπόλλας ἤθροισεν ἡμέρας εἰς ταὐτὸν, ἃς ἐν τῷ προγνωστικῷ κᾀν τοῖς ἀφορισμοῖς περικόπτειν φαίνεται. δέδεικται δ’ ἡμῖν ἤδη μὲν καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον ἔσται δῆλον ἐκ τῶν ἐφεξῆς εἰρησομένων ὡς πρότερον αὐτῷ τὰ τῶν ἐπιδημιῶν γέγραπται βιβλία, βασανίζοντι διὰ τῆς πείρας ἔτι τὰ θεωρήματα καὶ μὴ τολμῶντι καθόλου τισὶν ἀποφάσεσιν ἐπ’ αὐτῶν χρῆσθαι· διό μοι καὶ δοκοῦσιν οἱ τὰς κρισίμους ἡμέρας ἀναιροῦντες ὡς οὐκ οὔσας, ὅτι διαπεφώνηται περὶ αὐτῶν τοῖς ἰατροῖς, οὐ πάνυ τι τοῖς ἔργοις τῆς τέχνης προσεσχηκέναι τὸν νοῦν· ὡς εἴ γε προσεσχήκεσαν, οὐ μόνον ὅτι διαφέρονται περί τινων ἡμερῶν οἱ γράψαντες περὶ αὐτῶν, ἀλλ’ ὅτι καὶ συμφωνοῦσιν ἐν ταῖς πλείσταις ἐννοήσαντες, ἔπειτα τῆς ἑαυτῶν πείρας ἀναμνησθέντες, ἐξεῦρον ἂν, οἶμαι, ῥᾳδίως ἑτέρας μὲν εἶναι φύσεως τὰς ὁμολογουμένας, ἑτέρας δ’ ὑπὲρ ὧν διαφέρονται. τίς γὰρ ἢ τὴν ἑβδόμην, ἢ τὴν ἑνδεκάτην, ἢ τὴν τεσσαρεσκαιδεκάτην, ἢ τὰς ἄλλας τὰς ὁμοίας οὐκ εἶπε κρισίμους; οὐδεὶς ὁστισοῦν. φαίνονται γοῦν ἅπαντες ὥσπερ ἐξ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]