Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ταύτας καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν ὁμολογουμένας, ὥσπερ αὖ καὶ ὅσας ἄπορον ἐκ πείρας κρῖναι, καὶ ταύτας διαπεφωνημένας. οὐδὲν οὖν ἔγωγε τούτου μεῖζον ἕτερον ἡγοῦμαι τεκμήριον ὑπὲρ τῶν κρισίμων ἡμερῶν τῆς φύσεως, ὡς τὸ περὶ μὲν τῶν ἅπαντ’ ἐχουσῶν τὰ κριτικὰ γνωρίσματα, ταῦτα καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν συμφωνῆσαί τε πάντας, ὑπὲρ ὧν δέ τις καὶ αὐτὸς ἠπόρησιν, ὑπὲρ τούτων διενεχθῆναι. ἡ γὰρ ἐν ταῖς τοιαύταις διαφωνία πίστιν βεβαίαν προσνέμει ταῖς ὁμολογουμέναις. ἄμεινον δ’ ἦν ἄρα τοῖς σοφισταῖς ἤδη ποτὲ μισήσασι τὰ σοφίσματα, περὶ μὲν δὴ τῶν καὶ πάντ’ ἐχουσῶν τὰ γνωρίσματα καὶ πρὸς ἁπάντων ὁμολογουμένων ἑτοίμως ἀποφήνασθαι, σκοπεῖσθαι δὲ ὑπὲρ τῶν λοιπῶν, ὡς τό γε διὰ τὴν ἐν ταύταις ἀπορίαν ὀλιγίσταις οὔσαις ἀνατρέψαι τὴν ἐν ταῖς πλείσταις εὐπορίαν ἐσχάτως ἄλογον. φέρ’ οὖν ἡμεῖς εἴπερ δὴ σπουδάζομεν ἀληθείας, ἐπιχειρήσωμεν ἀδεκάστως αὐτῶν τῇ κρίσει. καὶ πρώτας μὲν προστησώμεθα καθάπερ τινὰς κανόνας τὰς ἅπαντ’ ἐχούσας τὰ κριτικὰ γνωρίσματα· δευτέρας δὲ τάξωμεν τὰς τούτων πλησίον, εἶτά τινα καὶ τρίτον καὶ τέταρτον στοῖχον ἐφεξῆς ποιησώμεθα, καὶ 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]