Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

τούτου τοῦ στοίχου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ λυουσῶν ἀθρόως ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης καὶ τῆς δωδεκάτης καὶ τῆς ἑκκαιδεκάτης καὶ τῆς ἐννεακαιδεκάτης, καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης καὶ ἐννάτης καὶ ἑνδεκάτης καὶ τεσσαρεσκαιδεκάτης καὶ ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδεκάτη μάλιστά μοι φαίνεται τετάχθαι, μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς ἐν τῷ δευτέρῳ στοίχῳ μήθ’ ὁμοίως ταῖς ἐν τῷ πρώτῳ λύειν πεφυκυῖα. τοιαύτη μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δ’ ἐφεξῆς ἁπάσας ὕστερον ἐρῶ, πρότερόν γε τοῦτ’ ἀναμνήσας ὅπερ ὑπεσχόμην ὀλίγον ἔμπροσθεν, ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης διαφέρει, μακροῦ μὲν εἰς εὕρεσιν δεῖται χρόνου, βραχυτάτου δ’ εἰς διδασκαλίαν. τὸ δ’ ἄλλο πᾶν ἤτοι λῆρός ἐστι σοφιστῶν ἢ πρὸς τούτους ἀντιλογία, λῆρος μὲν οὖσα καὶ αὐτὴ, κάλλιον γὰρ ἦν αὐτῶν καταφρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους τῶν κατὰ φύσιν λογισμῶν χώραν ἀναγκαίαν λαμβάνουσα. τὸ οὖν προκείμενον ἤδη δέδεικται 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]