Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

σαφῶς, ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρίνεσθαι καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν ἐποιησάμην τῆς τῶν ἡμερῶν διαφορᾶς, οὐκ ἐκ λόγου τινὸς ἢ δόγματος τῶν ἀποῤῥήτων εἰσηγησάμενος, ἀλλ’ ἐκ μόνης τῆς πολυχρονίου πείρας ἀθροίσας τὴν θεωρίαν. ὅστις δὲ ταύτην καταλιπὼν, ἢ πῶς ὁρίζεσθαι χρὴ τὴν κρίσιν, ἢ τίς λόγος ἐστὶ δι’ ὃν οὐχ ὁμοίως ἐν ἁπάσαις ταῖς εἰρημέναις ἡμέραις αἱ κρίσεις γίνονται ζητεῖ, σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέξει, οἵ τοῖς τοιούτοις λόγοις ἀντιλέγοντες οἴονται τὸ πρᾶγμα διαβαλεῖν αὐτό· καθάπερ εἴ τις ταῖς ὀπτικαῖς αἰτίαις, ἃς οἱ φιλόσοφοι λέγουσιν, ἀντειπὼν ἀνῃρηκέναι νομίζει τὴν ὄψιν, ἢ εἴ τις ἀπορήσας τοὺς περὶ τῆς κινήσεως λόγους, ἢ τοὺς περὶ τόπου καὶ χρόνου καὶ γενέσεως καὶ φθορᾶς, οἴοιτο σὺν τοῖς λόγοις ἀνῃρηκέναι καὶ τὰ πράγματα. τοιαύτη γάρ ἐστι καὶ ἡ τῶν σοφιστῶν κατά τε κρίσεως καὶ κρισίμων ἡμερῶν ῥητορεία, τὸ μὲν φαινόμενον αὐτὸ μὴ δυναμένων ὑπαλλάξαι, τὰ σημαινόμενα δὲ μετατιθέντων, καὶ πρὸς ὁρισμούς τινας ἀντιλεγόντων, καὶ τὰ περὶ τῆς φύσεως τῶν ἁριθμῶν δόγματα διασειόντων.

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]