Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀλλ’ ἥ γ’ ὑφ’ ἡμῶν ἄρτι γεγραμμένη διδασκαλία τούτων μὲν οὐδενὸς ἐφήψατο, καὶ διὰ τοῦτο ἀποφράττει τὸ τῶν σοφιστῶν στόμα· τὸ χρήσιμον δ’ αὐτὸ διὰ ταχέων ἐκδιδάσκει. ὡσαύτως δ’ ἂν καὶ διὰ ταχέων ἐμήνυσα τὰς μετὰ τὴν εἰκοστὴν ἡμέραν διαφορὰς, εἰ μή τίς γε κατεῖχεν ἀναγκαῖος λόγος, ὃν καὶ αὐτὸν οἱ μὲν ἐκ τῆς ἐμπειρίας ὁρμώμενοι καὶ μηδὲν τοῖς ἐναργῶς φαινομένοις προσδοξάζοντες ἀκριβῶς ἴσασιν, οὐ μὴν οἵ γε πρῶτον ἀναλαμβάνοντες τὴν τέχνην.

Ἔστι δ’ οὗτός τις ὁ ζητῶν ἥτις ποτε τῶν νοσημάτων ἡ ἀρχή· καὶ γὰρ ἀγρυπνοῦσι καὶ ἀνορεκτοῦσι καὶ κεφαλὰς βαρύνονται καὶ νωθροὶ καὶ δυσκίνητοι καὶ κοπώδεις γίνονται καὶ μυρία τοιαῦθ’ ἕτερα πάσχουσιν οἱ πλεῖστοι τῶν μελλόντων νοσήσειν. καὶ ταῦτ’ εἰσβάλλει μὲν αὐτοῖς τὴν πρώτην σμικρὰ, παραύξεται δ’ ἀεὶ καὶ μᾶλλον κατὰ βραχὺ περιερχομένοις ἤδη καὶ τὰ συνήθη πράττουσιν. ἐπειδὰν δὲ πρῶτον νικηθῶσιν ὑπὸ τοῦ δυσαρεστήματος, τηνικαῦτα κατακλίνονται. τίνα δ’ οὖν ἀρχὴν τῷ νοσήματι θέσθαι προσήκει, χαλεπὸν εἶναι δοκεῖ. τὴν μὲν γὰρ ἀκριβῶς πρώτην

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]