Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

σχεδὸν ἀναίσθητον ὑπάρχειν, τὴν δ’, ὅτε κατεκλίθη, κατακλίσεως μὲν ἀρχὴν εἶναι, νόσου δ’ οὐκ εἶναι. καὶ γὰρ καὶ τὸ καρτερικοὺς ὑπάρχειν καὶ ἀταλαιπώρους καὶ τὸ κατέχεσθαι πρός τινος ἐπὶ πολιτικῆς πράξεως, ἢ καὶ βαδίζειν ὁδὸν μακροτέραν καὶ πόῤῥω τῆς τοῦ οἴκου καταγωγῆς εἶναι, καὶ δι’ ἄλλας τοιαύτας αἰτίας δύναταί τις οὔπω μὲν κατακεκλίσθαι, κεκακῶσθαι δέ· καὶ μέν γε καὶ μαλακός τις τὴν γνώμην καὶ ταλαίπωρος καὶ ὕποπτος ἐπὶ μικραῖς προφάσεσιν εὐθὺς κατακλίνεται. τὴν τίνος οὖν κατάκλισιν ἀρχὴν τοῦ νοσήματος ὑποληπτέον, οὐκ ἄν τις ἐξεύροι ῥᾳδίως. καὶ μὴν εἰ μήτε τὴν πρώτην ἀκριβῶς ἀρχὴν οἷόν τε λαβεῖν ἐστι μήτε τὴν κατάκλισιν εὔλογον ὑποθέσθαι τοῦ νοσήματος ἀρχὴν ὑπάρχειν, δῆλον ὡς οὐδ’ ἄλλον τινὰ χρόνον ἢ τὸν πρὸ τῆς κατακλίσεως, ἢ τὸν μετ’ αὐτήν. οἱ μὲν γὰρ ἔμπροσθεν ἅπαντες ἀδίκως ληφθήσονται τῆς πρώτης ἀρχῆς παροφθείσης· οἱ δ’ αὖ μετὰ τὴν κατάκλισιν ἔτ’ ἀδικώτερον, εἰ μηδ’ ὁ ταύτης χρόνος ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. τοιαῦται μὲν αἱ ἀπορίαι, λύσεις δ’ αὐτῶν πολυειδεῖς. ἡ μὲν πρώτη καὶ μεγίστη τὸ πολλὰς νόσους ἐξαίφνης εἰσβάλλειν ἢ ἅμα ῥίγεσιν, ἢ σὺν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]