Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἀλγήμασιν ἰσχυροῖς, μηδενὸς ὅλως αἰσθητοῦ συμπτώματος αὐτῶν προηγησαμένου. τὰς οὖν ἄλλας ἐάσας νόσους, ἐν αἷς ἀσαφεῖς αἱ ἀρχαὶ, τὴν πεῖραν τῶν κρινουσῶν ἡμερῶν ἐπὶ τῶν σαφεστάτων ποιοῦμαι. καὶ γὰρ καὶ δειπνήσασιν εὐφορώτατα πολλοῖς καὶ γυμνασαμένοις καὶ λουσαμένοις ἐξαίφνης εἰσέβαλε νοσήματα, καθάπερ καὶ Ἱπποκράτης ἐπὶ πολλῶν ἀῤῥώστων ἔγραψεν· ὥσπερ αὖ πάλιν ὁ αὐτὸς Ἱπποκράτης ἐφ’ ἑτέρων ἀῤῥώστων εἴωθε γράφειν ὅτι πρὶν ὑπάρξασθαι νοσεῖν ὀρθοστάδην ἠνωχλοῦντο. καίτοι καὶ αὐτὸ τοῦτο λέγοντες, τὸ πρὶν ἄρξασθαι νοσεῖν, λελήθαμεν ἡμᾶς αὐτοὺς ἐξομολογούμενοι τἀληθές. ἀρχὴν γὰρ τοῦ νοσεῖν ἐκεῖνον εἶναι νομιστέον αὐτοῖς τὸν χρόνον ἡνίκα σαφῶς ἀρξάμενοι πυρέττειν κατεκλίθησαν. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστι κεφαλῆς ἄλγημα καὶ πυρετὸς, ὥσπερ οὐδ’ ἀγρυπνία καὶ ἀνορεξία καὶ βάρος ὅλου τοῦ σώματος, ἢ κοπώδης αἴσθησις, ἀλλ’ ἕκαστον τούτων ἕτερόν τι τοῦ πυρέττειν ὑπάρχον ἀγγέλλει πυρετόν. σὺ μὲν οὖν ὦ σοφιστὰ τὸν νοῦν τούτοις πρόσεχε. πυρετὸς δ’ εἰσβαλὼν καὶ μάλιστ’ ὀξὺς οὔθ’ ἡμᾶς λαθεῖν οὔτ’ ἰδιώτην

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]