Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

οὐδένα δύναται. θὲς δ’, εἰ βούλει, καὶ λαθεῖν, ἀλλὰ θαυμάζοιμ’ ἂν εἰ πλέον ὥρας λήσει τὸν κάμνοντα, κᾂν ἀναισθητότατος ᾖ. νομιζέσθω τοίνυν εἰσβεβληκέναι δεκάτης ὥρας, ἔστω δ’ ἡ κατὰ ἀλήθειαν ἀρχὴ μὴ δεκάτης, ἀλλὰ θ΄ ὥρας γεγενημένη, τί τοῦτο πρὸς τὰς κρισίμους ἡμέρας; πάνυ γοῦν, ὡς ὁρᾷς, παρὰ τοῦτο τὰ τῆς ἰατρικῆς τέχνης ἔργα διαφθείρεται, παρ’ ὅσον τῶν νοσούντων ἐνίους ἔλαθεν ὥρα μία. ὅ γέ τοι πάντων ἰατρῶν ἀκριβέστατος σύμπαντα τὰ τοιαῦτα παραφυλάξας Ἱπποκράτης, ὥσπερ ὅτι πολλοὶ μὲν ἐξαίφνης ἤρξαντο πυρέττειν, οὐδενὸς ἔμπροσθεν αὐτοῖς γενομένου συμπτώματος, ἔνιοι δ’ ὀρθοστάδην ἐνοχληθέντες, ἐνέγραψεν, οὕτω καὶ τὰς κρίσεις ἐτήρησε γινομένας ἀφ’ ἧς πρώτης ἡμέρας ἐπύρεξεν ὁ ἄνθρωπος, οὐκ ἀφ’ ἧς ἤλγησε κεφαλὴν, ἤ τι τοιοῦτον ἕτερον ἠνωχλήθη. ἐπὶ ταῖς τοιαύταις γὰρ ἀρχαῖς ἡ τῶν κρινουσῶν ἡμερῶν ἐμπειρία τοῖς ἰατροῖς. σὺ δ’ εἰ τὰς λόγῳ θεωρητὰς ἀρχὰς ἐπισκοπεῖσθαι βούλει, τάχα τοῦ τῆς ἀειπαθείας ἐφάψῃ δόγματος. ἀλλ’ οὐχ ἥ γε τῶν Ἀσκληπιαδῶν ἰατρικὴ τοιαύτη, λόγῳ γὰρ θεωρητοὺς ἐκεῖνοι πυρετοὺς οὔτε 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]