Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

διαγινώσκειν οὔτε θεραπεύειν ἠξίουν· οἱ δ’ αἰσθητοὶ καὶ σαφεῖς, καὶ μάλισθ’ ὅταν ὀξεῖς ὦσιν, ἐφ’ ὧν δὴ καὶ μάλιστα τῆς τῶν κρισίμων ἡμερῶν θεωρίας χρῄζομεν, οὔτ’ ἰδιώτην οὐδένα λαθεῖν οὔτε ἰατρὸν δύνανται. τί δὴ καὶ βούλει; πότερον ἐκ τῶν ἐξαίφνης κατακλιθέντων ποιήσασθαι τὴν τήρησιν, ἢ τῶν ὀρθοστάδην ἐνοχληθέντων; Ἱπποκράτης μὲν γὰρ ἐπ’ ἀμφοτέρων ποιησάμενος τὰς αὐτὰς ἐπ’ ἀμφοῖν ἀπεφήνατο κρισίμους, οὐχ ὅτε πρῶτον ἤλγησε τὴν κεφαλὴν, ἀλλ’ ὅτε πρῶτον ἐπύρεξε, τὴν ἀρχὴν τοῦ νοσήματος ὑποθέμενος. οὕτω δὲ καὶ τῶν ἄλλων ἕκαστος οἷς τῆς τέχνης ἐμέλησεν, οὐ λόγων ψευδῶν πιθανῶς συγκεκροτημένων. ἡ μὲν δὴ τῶν νοσημάτων ἀρχὴ παντὸς μᾶλλον εὔγνωστος ἰατροῖς. εἰ δέ τις ἑαυτὸν ἐξαιρεῖ τῆς προσηγορίας τῆσδε καὶ μήπω πείθεται καὶ ληρεῖν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ Ἱπποκράτην καὶ Διοκλέα καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα νομίζει, νικάτω νίκην οὗτος Καδμείαν.

Ἐμοὶ γὰρ οὐ σοφιστὰς ἐξελέγχειν πρόκειται νῦν, ὅ τι μὴ πάρεργον, ἀλλὰ τοῖς ἀλήθειαν σπουδάζουσιν ἧς

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]