Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

νεφέλην ποιείσθω πρότερον οὐ γεγενημένην. ἐνταῦθα πρῶτον μὲν ἐλπὶς οὐ σμικρὰ τοῖς γε ὄντως ἰατροῖς ἐν τῇ ιδ΄ λυθήσεσθαι τὸ νόσημα, συμβαίνει μὴν πολλάκις ὑπερεκπίπτειν τὴν λύσιν εἴς τινα τῶν ἐφεξῆς ἡμερῶν. ἀλλὰ τοῦτο μὲν ὅπως γίνεται τοῦ περὶ κρίσεών ἐστιν ἴδιον λόγου, καὶ διὰ τοῦτο ἐν ἐκείνῳ ῥηθήσεται. τὸ δέ γε νῦν εἶναι πρόκειται μὲν ὁ περὶ τῶν κρισίμων ἡμερῶν λόγος. οὗ δ’ ἕνεκα τοῦ παραδείγματος ἐδεήθην, ἐγγὺς ἥκειν ἔοικεν. εἰσβαλλέτω γὰρ ὁ τῆς τρισκαιδεκάτης νυκτὸς παροξυσμὸς οἱᾳδηποτοῦν ὥρᾳ μετὰ ῥίγους. ἐνδέχεται γὰρ αὐτὸν καὶ προλαβεῖν τὴν ὥραν τὴν συνήθη καὶ μὴ προλαβεῖν, ἄμφω γὰρ γίνεται, καὶ πλέον γε θάτερον, τὸ προλαβεῖν, ὅταν μέλλῃ γενήσεσθαι κρίσις. ἔστω δ’, εἰ βούλει, καὶ δύσφορος ἡ τρισκαιδεκάτη νὺξ ἅπασα γεγενημένη πρὸς τὸ βεβαιότερον ἡμᾶς ἐλπίσαι τὴν κρίσιν. οὐ γὰρ ἐνδέχεται τὸν οὕτω νοσήσαντα μὴ κριθῆναι κατὰ τὸν ἐπὶ τῆς τρισκαιδεκάτης νυκτὸς ἀρξάμενον παροξυσμόν. ἴν’ οὖν μηδὲν ἀδιόριστον εἴη, κείσθω μὲν ἡ νὺξ δύσφορος, εἰσβαλλέτω δὲ ὁ παροξυσμὸς ὥρας ὀγδόης μετὰ ῥίγους σφοδροῦ, καὶ μηδὲν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]