Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἄλλο τῶν ταῖς κρίσεσι προσεδρευόντων παρέστω σύμπτωμα· γινέσθω δὲ καὶ ὁ σφυγμὸς ἄτακτος μὲν καὶ ἀνώμαλος, ἀλλ’ αἱ πλείους κινήσεις ὑψηλαὶ καὶ μεγάλαι φαινέσθωσαν· ὁ τοιοῦτος ἄῤῥωστος, ἐπειδὰν ὁ μετὰ τοῦ ῥίγους γενόμενος παροξυσμὸς ἀπολάβῃ τὴν οἰκείαν ἀκμὴν, ἱδροῦν εὐθὺς ἄρχεται κρισίμως ἐν τῇ ιδ΄ δηλονότι τῶν ἡμερῶν. οὕτως γὰρ συμβαίνει τῆς ιγ΄ νυκτὸς ὀγδόης ὥρας εἰσβάλλοντος τοῦ παροξυσμοῦ. γινέσθω τοίνυν πρὸς λόγον ἀεὶ τῆς κενώσεως εὐπνούστερός τε καὶ εὐκινητότερος καὶ εὐσφυκτότερος καὶ εὐφορώτερος, καὶ δι’ ὅλης γε τῆς ἡμέρας ἱδρούτω πολλῷ καὶ θερμῷ διὰ παντὸς τοῦ σώματος ὁμαλῶς, εἶτ’ εἰς ἑσπέραν ἀκριβῶς ἀπύρετος γινέσθω· ὁ τοιοῦτος ἄῤῥωστος ἀσφαλῶς κέκριται. καὶ χρὴ λοιπὸν ἀνατρέφειν αὐτὸν κατὰ βραχὺ μηδὲν δεδιότας· ἥ τε γὰρ ἡμέρα πιστὴ καὶ πάντα τὰ κριτικὰ γνωρίσματα συνέδραμεν. ὅτι μὲν ἐπὶ τῆς ια΄ ἡμέρας τὸ κρίσιμον ἐν τοῖς οὔροις ἐφάνη, σημεῖον εὐσήμου τῆς κρίσεως εὐλόγως ῥηθείσης, ὅτι δ’ ἥ τε νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ καὶ ἡ εἰσβολὴ μετὰ ῥίγους, καὶ ὁ τῶν σφυγμῶν σάλος ὁ κριτικὸς καὶ οἱ ἱδρῶτες οἱ

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]