Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

χρηστοὶ, διὰ τοῦτο σαφοῦς δικαίως ἂν ὀνομασθείσης, ὅτι δὲ ἄνευ συμπτωμάτων φοβερῶν, διὰ τοῦτ’ ἀκινδύνου· καὶ μὲν δὴ καὶ τελείας μὲν, ὅτι τὸν πυρετὸν ἀπήλλαξε τελείως, ἀγαθῆς δὲ διά τε ταὐτὸ τοῦτο καὶ ὅτι χωρὶς κινδύνου. τί δὴ οὖν ἔτι λείπει μαρτυρῆσαι τῇ κρίσει; τούτῳ μοι τὸν νοῦν ἤδη προσέχειν, ὅτι πιστὴ καὶ ἀσφαλὴς καὶ φόβος οὐδεὶς ὑποτροπιάσαι τὸ νόσημα. πόθεν οὖν ἐλάβομεν τοῦτο; τῶν μὲν γὰρ ἄλλων ἕκαστον ἐξ ἑνός τινος, ἢ καὶ δυοῖν, ἢ πλειόνων μὲν, ἀλλ’ οὐκ ἐξ ἁπάντων γε τῶν γεγενημένων. τὸ δ’ ὅτι πιστὴ, πάντων δεῖται συναριθμουμένων, ἐν οἷς ἐστι καὶ ἡ τῆς ἡμέρας φύσις. εἰ γὰρ καὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα γεγενημένων εἰς τὴν πεντεκαιδεκάτην ἐξέπεσεν ἡ κρίσις, οὐκ ἂν ὁμοίως ἦν ἀσφαλής. τὸ τοίνυν ἀκριβῶς πιστὸν ἐπισφραγίζεται παρὰ τῆς ἡμέρας, καὶ αὕτη τῶν κρισίμων ἡμερῶν ἡ χρεία. εἰ δέ τις ἡγεῖται μόνας αὐτὰς δύνασθαι τὸ πᾶν, οὗτος οὐ μόνον ἀγνοεῖ πλέον ἢ οὗ γινώσκει, ἀλλὰ καὶ τοῖς σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέχει. ἐροῦσι γοῦν εὐθέως, εἰ τὸ πιστὸν ἐν ταῖς τῶν νοσημάτων λύσεσιν ἡ τῆς ιδ΄ ἡμέρας παρείχετο 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]