Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἄλλου παρὰ τὸν Ὅμηρον ἀκουομένου, καίτοι μυρίοι γ’ εἰσὶν ἄλλοι ποιηταί. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ παρὰ τῷ Κωμικῷ· καὶ σπάνιόν ἐστ’ ἄνθρωπος ὅτ’ ἄνθρωπος. τὸν γὰρ ἄγριον καὶ τὸν θηριώδη καὶ τὸν ἀνόητον καὶ τὸν σκαιὸν οὐ κατὰ τὴν ἀνθρώπου φύσιν ὑπάρχειν νομίζοντες ἐπὶ τοὺς κατορθοῦντας ἐν τῇ φύσει τὸ ὄνομα φέρομεν. εἴτ’ οὖν οὕτω καθ’ ὑπεροχήν τινα τὸ τῆς κρίσεως ὄνομα λέγομεν, εἴτε κατὰ τὸν πρότερον λόγον, ἑτέρου διαστείλασθαι καιροῦ. τὸ δ’ εἰς τὰ ἔργα τῆς ἰατρικῆς διαφέρον ἤδη περαίνεσθαι δύναται κατὰ τὴν τῶν προγεγραμμένων ὀνομάτων ὑπόθεσιν. ἡ μὲν γὰρ πάντ’ ἔχουσα τὰ τῶν κρίσεων γνωρίσματα κρίσις ἁπλῶς, αἱ δ’ ἄλλαι μετὰ προσθήκης ὀνομασθήσονται. καὶ μὲν δὴ κᾂν εἰ μὴ τὴν τῆς ἀθρόας μεταβολῆς ταραχὴν, ἀλλ’ αὐτὴν μόνην μεταβολὴν ἀξιώσειέ τις ὀνομάζεσθαι κρίσιν, ἡ μὲν ἀγαθή τε ἅμα καὶ τελεία λύσις ἁπλῶς ἂν ὀνομάζοιτο κρίσις, αἱ δ’ ἄλλαι μετὰ προσθήκης ἅπασαι.

Τίνες μὲν οὖν αἱ μετὰ τὴν εἰκοστὴν ἡμέραν κρίσιμοι; τοῦτο γὰρ καὶ ἔτι πρόκειται διελθεῖν. τὴν μὲν εἰκοστὴν

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]