Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

πρώτην οἱ περὶ τὸν Ἀρχιγένην τε καὶ Διοκλέα πρώτην πασῶν μάλιστα προσίενται· καὶ γὰρ ὁ Ἀρχιγένης καὶ τῆς εἰκοστῆς αὐτὴν προκρίνει. ἐμοὶ δ’ οὐχ οὕτως ἐφάνη, καθάπερ οὐδ’ Ἱπποκράτει. δεδείξεται δὲ τοῦτο διὰ τῶν ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῆς κζ΄ ἔχει. καὶ γὰρ ἐγὼ μὲν καὶ ταύτην προτάττω τῆς κη΄, ἐκεῖνοι δ’ ὑποτάττουσιν. ἔχει δὲ καὶ ἡ λδ΄ δύναμιν ἀξιόλογον καὶ ταύτης ἔτι μᾶλλον ἡ τεσσαρακοστή. τούτων δ’ ἧττον κρίνουσιν ἥ τε κδ΄ καὶ ἡ λα΄ καὶ πολὺ τούτων ἔθ’ ἧττον ἡ λζ΄, ὡς ἐν μεθορίῳ τετάχθαι δοκεῖν τῶν κρινουσῶν ἡμερῶν τε καὶ μὴ καὶ μᾶλλον ἐκ τῶν μὴ κρινουσῶν εἶναι. τὸ δ’ ἄλλο πᾶν πλῆθος τῶν ἡμερῶν τὸ μεταξὺ τῆς εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς ἄκριτον ἅπαν ἐστίν. ἄκουσον δ’ αὐτὰς ἤδη λεγομένας ἐφεξῆς, εἰκοστῆς δευτέρας καὶ εἰκοστῆς τρίτης καὶ εἰκοστῆς πέμπτης καὶ εἰκοστῆς ἕκτης καὶ εἰκοστῆς ἐννάτης καὶ τριακοστῆς καὶ τριακοστῆς δευτέρας καὶ τριακοστῆς τρίτης καὶ τριακοστῆς πέμπτης καὶ τριακοστῆς ἕκτης καὶ τριακοστῆς ὀγδόης καὶ τριακοστῆς ἐννάτης. αἱ σύμπασαι δώδεκα. φέρουσι δὲ μεγάλους μὲν σάλους αἱ μέχρι τῆς τεσσαρεσκαιδεκάτης·

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]