Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

ἔγγιστα δὲ αὐτῶν εἰσιν αἱ μέχρι τῆς εἰκοστῆς, αἱ δὲ ἀπὸ τῆσδε σύμπασαι αἱ μέχρι τῆς τεσσαρακοστῆς ἐκλύουσι κατὰ βραχὺ τὸ ἀγωνιστικόν. ὡς αἵ γε μετὰ τὴν τεσσαρακοστὴν ἅπασαι τελέως εἰσὶν ἔκλυτοι, πέψεσι μᾶλλον καὶ ἀποστάσεσι τὰς λύσεις τῶν νοσημάτων ἢ ἐκκρίσεσι ποιούμεναι. γίνονται μὴν κᾀν ταύταις ἐνίοτε δι’ ἐκκρίσεων αἱ κρίσεις, ἀλλὰ σπάνιοί εἰσι καὶ οὐ μέγαν ἔχουσι τὸν ἀγῶνα. καὶ τὰ πολλὰ πλείοσιν ἡμέραις αἱ κρίσεις συμπληροῦνται, καὶ μάλισθ’ ὅταν εἰς ἀπόσκημμα τρέπωνται. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεσσαρακοστὴν ἡμέραν τελέως ἔοικεν ὁ Ἱπποκράτης καταφρονεῖν· ἑξηκοστὴν δὲ καὶ ὀγδοηκοστὴν καὶ ἑκατοστὴν εἰκοστὴν ἐν λόγῳ τίθεται. μετὰ δὲ ταύτας τὰς μὲν ἐν ἑπτὰ μησὶ, τὰς δ’ ἐν ἑπτὰ ἔτεσι κρίνεσθαί φησι, τὰς δ’, ὡς ἔοικεν, ἐν διτταῖς ἐτῶν ἑβδομάσι καὶ τριτταῖς. εἰσὶ δ’ οἳ καὶ τῆς τεσσαρακοστῆς δευτέρας καὶ τῆς τεσσαρακοστῆς πέμπτης, καὶ προσέτι τῆς τεσσαρακοστῆς ὀγδόης καί τινων ἑτέρων μνημονεύουσιν, ὑπὲρ ὧν ἁπασῶν ὁ λόγος ἡμῖν ἐφεξῆς ἔσται.

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]