Digital Corpus for Graeco-Arabic Studies

Galen: De Diebus Decretoriis (On Critical Days)

Kühn 1825

Τοῖς μὲν οὖν πλείστοις ἰατροῖς ἀδύνατον εἶναι δοκεῖ προγνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα· ταῖς δ’ ἀληθείαις οὐκ ἀδύνατόν ἐστιν, εἴ τις ἐπιμελῶς ἀναλεξάμενος τὴν Ἱπποκράτους θεωρίαν ἐργάζεσθαι τὴν τέχνην σπουδάσειε. εἰ δ’ ἤτοι πρὶν ἐκμαθεῖν ταύτην ἐπὶ τῶν ἀῤῥώστων τρίβοιτο, πλέον οὐδὲν ἕξει τοῦ κατατρίβεσθαι μάτην ἢ εἰ μάθοι αὐτὴν ἐπιμελῶς, ὀλιγωρήσειε δ’ ἐργάζεσθαι. μακρῷ μὲν γὰρ ὅδε θατέρου τοῦ μηδὲν προμεμαθηκότος ἀμείνων, ἐνδεῖ δ’ οὐκ ὀλίγον οὐδ’ αὐτὸς πρὸς τὸ τέλειον. ὅστις οὖν βούλεται προγνωστικὸς εἶναι τῆς μελλούσης ἡμέρας κρῖναι τὸ νόσημα, τούτῳ πρῶτα μὲν ἁπάντων ἀκριβῶς ἐστι γνωστέα τὰ διὰ τοῦ προγνωστικοῦ γράμματος ὑφ’ Ἱπποκράτους εἰρημένα· δεύτερα δὲ τὰ περὶ τῶν καταστάσεων ἐν ἑτέροις βιβλίοις γεγραμμένα, κᾄπειτα τὰ περὶ τῶν ἡλικιῶν τε καὶ φύσεων καὶ ὡρῶν καὶ χωρῶν ὧν εἴρηταί τινα καὶ κατ’ αὐτὸ τὸ προγνωστικόν. ἐπειδὰν δὲ ταῦτ’ ἐκμάθοι, τὴν κατὰ τοὺς σφυγμοὺς τέχνην ἐπιμαθὼν οὐκ ἂν χαλεπῶς προγινώσκοι τὴν ἡμέραν τῆς κρίσεως. αὐτίκα γέ τοι νοσήματος ὀξέος μηδὲν τῶν κινδυνωδῶν σημείων ἔχοντος, εἰ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν 

Work

Title: Galen: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1825

Volume: 9

Pages: 761-941

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_019.xml [357 Kb]