De Diebus Decretoriis (On Critical Days)
Kühn 1825
φανείη τι πέψεως ἀξιόλογον γνώρισμα, κατὰ τὴν ἑβδόμην
ἡ κρίσις ἀπαντήσεται. καὶ τοῦτ’ εἴρηται μὲν ἤδη οὑτωσὶ
διὰ ταχέων ἀληθὲς ὑπάρχον ἐν τοῖς μάλιστα. τῷ δὲ ἀγνοοῦντι
διαγινώσκειν ὀλέθρια σημεῖα καὶ κινδυνώδη καὶ σωτήρια,
πλέον οὐδὲν ἐκ τοῦ λόγου. καίτοι κᾂν εἰ ταῦτα πάντα διαγινώσκοι,
τὰ δὲ τῆς πέψεως ἀγνοεῖ, καὶ τῷδε πλέον οὐδὲν ἐκ
τοῦ λόγου. τούτου δὴ χάριν ἠξίωσα τὸ προγνωστικὸν
Ἱπποκράτους ἀναλέξασθαι σύγγραμμα. κινδυνωδῶν μὲν γὰρ
συμπτωμάτων παρόντων, ἅμα τῷ τῆς πέψεως γνωρίσματι,
τῷ κατὰ τὴν τετάρτην ἡμέραν φανέντι, τὴν κρίσιν, εἰ μὲν ἐν
ἀρτίαις ὁ παροξυσμὸς γένοιτο, κατὰ τὴν ἕκτην ἔσεσθαι προσδοκᾷν·
εἰ δὲ ταύτην ὑπερβάλλοι, κατὰ τὴν ὀγδόην· εἰ δὲ ἐν
περιτταῖς, κατὰ τὴν ἑβδόμην. ἀγαθῶν δὲ σημείων παρόντων,
κατὰ τὴν ἑβδόμην ἡμέραν λυθήσεται τὸ νόσημα. τὰ μὲν γὰρ
ὀλέθρια σημεῖα σὺν τοῖς τῆς πέψεως γνωρίσμασιν οὐδ’ ἂν
γένοιτό ποτε, χρὴ δ’ οὐχ ἧττον καὶ ταῦτα σκοπεῖσθαι τῶν
κινδυνωδῶν τε καὶ σωτηρίων. εἰ γὰρ ἐν τῇ τετάρτῃ πρῶτον
φαίνοντο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος. εἴρηται δ’ ὡς καὶ
τοῦτο κρίσις ὀνομάζεται κακή. προσέχειν δὲ χρὴ ἐνταῦθα τῷ
Work
Title: De Diebus Decretoriis
English: On Critical Days
Original: Περὶ κρισίμων ἡμέρων
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1825
Volume: 9
Pages: 761-941
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_019.xml [357 Kb]